[74β]
μίαν ἀρετὴν λαβεῖν κατὰ πάντων, ὥσπερ ἐν τοῖς ἄλλοις.Σωκράτης
εἰκότως γε: ἀλλ᾽ ἐγὼ προθυμήσομαι, ἐὰν οἷός τ᾽ ὦ, ἡμᾶς προβιβάσαι. μανθάνεις γάρ που ὅτι οὑτωσὶ ἔχει περὶ παντός: εἴ τίς σε ἀνέροιτο τοῦτο ὃ νυνδὴ ἐγὼ ἔλεγον, ‘τί ἐστιν σχῆμα, ὦ Μένων;’ εἰ αὐτῷ εἶπες ὅτι στρογγυλότης, εἴ σοι εἶπεν ἅπερ ἐγώ, ‘πότερον σχῆμα ἡ στρογγυλότης ἐστὶν ἢ σχῆμά τι;’ εἶπες δήπου ἂν ὅτι σχῆμά τι.Μένων
πάνυ γε.