[73δ]
εἴπερ ἕν γέ τι ζητεῖς κατὰ πάντων.Σωκράτης
ἀλλὰ μὴν ζητῶ γε. ἀλλ᾽ ἆρα καὶ παιδὸς ἡ αὐτὴ ἀρετή, ὦ Μένων, καὶ δούλου, ἄρχειν οἵω τε εἶναι τοῦ δεσπότου, καὶ δοκεῖ σοι ἔτι ἂν δοῦλος εἶναι ὁ ἄρχων;Μένων
οὐ πάνυ μοι δοκεῖ, ὦ Σώκρατες.Σωκράτης
οὐ γὰρ εἰκός, ὦ ἄριστε: ἔτι γὰρ καὶ τόδε σκόπει. ἄρχειν φῂς οἷόν τ᾽ εἶναι. οὐ προσθήσομεν αὐτόσε τὸ δικαίως, ἀδίκως δὲ μή;Μένων
οἶμαι ἔγωγε: ἡ γὰρ δικαιοσύνη, ὦ Σώκρατες, ἀρετή ἐστιν.