Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[37]
καὶ ταῦθ᾽ ἕως μὲν συνεχῶς ἐδημοκρατεῖσθ᾽ οὐδεὶς ἂν ὑμᾶς λέγων ἔπεισεν: νῦν δ᾽ αἱ στάσεις αἱ γενόμεναι σαφῶς ἐπέδειξαν καὶ τοὺς δημοτικοὺς καὶ τοὺς ὀλιγαρχικοὺς καὶ τοὺς οὐδετέρων ἐπιθυμοῦντας καὶ τοὺς ἀμφοτέρων μετέχειν ἀξιοῦντας. ἐν αἷς δὶς ὑπὸ τῶν ἐχθρῶν τῶν ὑμετέρων ἐξέπεσεν: καὶ τὸ μὲν πρότερον, ἐπειδὴ τάχιστ᾽ ἐκεῖνον ἐκποδὼν ἐποιήσαντο, τὸν δῆμον κατέλυσαν, τὸ δ᾽ ὕστερον οὐκ ἔφθασαν ὑμᾶς καταδουλωσάμενοι, καὶ πρώτου τῶν πολιτῶν αὐτοῦ φυγὴν κατέγνωσαν: οὕτω σφόδρ᾽ ἥ τε πόλις τῶν τοῦ πατρὸς κακῶν ἀπέλαυσε κἀκεῖνος τῶν τῆς πόλεως συμφορῶν ἐκοινώνησεν.