Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[29]
δοκιμασθεὶς δ᾽ οὐκ ἐνδεέστερος ἐγένετο τῶν προειρημένων, οὐδ᾽ ἠξίωσεν αὐτὸς μὲν ῥᾳθύμως ζῆν, σεμνύνεσθαι δ᾽ ἐπὶ ταῖς τῶν προγόνων ἀρεταῖς, ἀλλ᾽ εὐθὺς οὕτω μέγ᾽ ἐφρόνησεν, ὥστ᾽ ᾠήθη δεῖν δι᾽ αὑτὸν καὶ τἀκείνων ἔργα μνημονεύεσθαι. καὶ πρῶτον μέν, ὅτε Φορμίων ἐξήγαγεν ἐπὶ Θρᾴκης χιλίους Ἀθηναίων, ἐπιλεξάμενος τοὺς ἀρίστους, μετὰ τούτων στρατευσάμενος τοιοῦτος ἦν ἐν τοῖς κινδύνοις ὥστε στεφανωθῆναι καὶ πανοπλίαν λαβεῖν παρὰ τοῦ στρατηγοῦ.