Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
καὶ ταῦθ᾽ οὕτω σφόδρ᾽ ἐνομίζετε χρῆναι ποιεῖν, ὥστε τοῖς ἡσυχίαν ἄγουσι τῶν συμφυγάδων μᾶλλον ὠργίζεσθε ἢ τοῖς αἰτίοις τῶν συμφορῶν γεγενημένοις. ὥστ᾽ οὐκ εἰκὸς ἐπιτιμᾶν τοῖς τῶν αὐτῶν ὑμῖν ἐπιθυμοῦσιν, οὐδὲ κακοὺς ἄνδρας νομίζειν, ὅσοι φεύγοντες κατελθεῖν ἐζήτησαν, ἀλλὰ πολὺ μᾶλλον ὅσοι μένοντες φυγῆς ἄξι᾽ ἐποίησαν: οὐδ᾽ ἐντεῦθεν ἀρξαμένους κρίνειν, ὁποῖός τις ἦν ὁ πατὴρ πολίτης, ὅτ᾽ οὐδὲν αὐτῷ τῆς πόλεως προσῆκεν,