This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[38]
καὶ τοῦτο ἐπέδωκεν, οὐκ εἰσήνεγκεν, ἀλλ᾽ ἐπ᾽ αἰσχίστῳ ἐπιγράμματι1 ἐξετέθη2 αὐτοῦ τοὔνομα ἔμπροσθεν τῶν ἐπωνύμων, ὅτι οἵδε3 εἰς σωτηρίαν τῆς πόλεως ὑποσχόμενοι τῷ δήμῳ εἰσοίσειν χρήματα ἐθελονταὶ οὐκ εἰσήνεγκαν. καίτοι τοι πῶς ἄξιον θαυμάζειν, ὦ ἄνδρες, εἰ ἐμὲ ἐξηπάτησεν ἕνα ὄντα, ὃς ὑμᾶς ἅπαντας ἅμα συνειλεγμένους ἐν τῇ ἐκκλησίᾳ τοιαῦτα ἐποίησε; καὶ τούτων ὑμῖν τοὺς μάρτυρας παρέξομαι.“Μάρτυρες”εἰς μὲν τὴν πόλιν οὕτω καὶ τοσαῦτα λελῃτούργηκε Δικαιογένης ἀπὸ τοσούτων χρημάτων: