This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
τῶν μὲν μαρτύρων ἀκηκόατε, καὶ ὡς οὐ τἀληθῆ μεμαρτυρήκασιν, οὐδ᾽ ἂν αὐτὸν οἶμαι Λεωχάρην εἰπεῖν: ἴσως δὲ ἐπ᾽ ἐκεῖνον τρέψεται τὸν λόγον, ὡς Δικαιογένης τε ἃ ἡμῖν ὡμολόγησεν ἅπαντα πεποίηκε, καὶ αὐτὸς τὴν ἐξεγγύην ὅτι ἀπέδωκεν. εἰ οὖν ταῦτ᾽ ἐρεῖ, ψεύσεται καὶ ῥᾳδίως ἐλεγχθήσεται. ἀναγνώσεται γὰρ ὑμῖν ὅσα κατέλιπε Δικαιογένης ὁ Μενεξένου ἐν τῷ κλήρῳ καὶ τὰ χρήματα ἃ ἔλαβεν.“<Ἀπογραφή>”