This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18]
συγχωρούντων γὰρ ἡμῶν τῷ ἄρχοντι μὴ συναριθμεῖν ἀλλὰ συγχέαι τὰς ψήφους, ἀφίστατο μὲν Δικαιογένης τοῖν δυοῖν μεροῖν τοῦ κλήρου ταῖς Δικαιογένους ἀδελφαῖς, καὶ ὡμολόγει ἀναμφισβήτητα1 παραδώσειν ἡμῖν ταῦτα τὰ μέρη: καὶ ταῦτα ἠγγυᾶτο αὐτὸν Λεωχάρης οὑτοσὶ2 ἃ3 ὡμολόγει ποιήσειν, οὐ μόνος ἀλλὰ καὶ Μνησιπτόλεμος ὁ Πλωθειεύς.4 καὶ τούτων ὑμῖν τοὺς μάρτυρας παρέξομαι.“Μάρτυρες”