This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[31]
τεκμήριον δὲ καὶ τῶν ἡμετέρων τρόπων καὶ τῆς τούτου ἀδικίας μέγα παρεξόμεθα. μελλούσης γὰρ τῆς πρὸς Λεωχάρην δίκης εἰσιέναι, ὦ ἄνδρες, ἐν τῶ Μαιμακτηριῶνι1 μηνί, ἠξίου Λεωχάρης καὶ Δικαιογένης δίαιταν ἡμᾶς ἐπιτρέπειν2 τὴν δίκην ἀναβαλλομένους. καὶ ἡμεῖς ὥσπερ μικρὰ ἀδικούμενοι συνεχωρήσαμεν, καὶ ἐπετρέψαμεν διαιτηταῖς τέτταρσιν, ὧν τοὺς μὲν δύο ἡμεῖς ἠγάγομεν, τοὺς δὲ δύο ἐκεῖνοι. καὶ ἐναντίον τούτων ὡμολογήσαμεν ἐμμενεῖν3 οἷς ἂν οὗτοι γνοῖεν, καὶ ὠμόσαμεν.
1 ΜαιμακτηριῶνιAldus: μημ-.
2 ἐπιτρέπεινReiske: ἐπιτροπεύειν.