previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7.

τίσιν δὲ χάριν ἔχουσι καὶ ἐπὶ τίσιν καὶ πῶς αὐτοὶ ἔχοντες, ὁρισαμένοις τὴν χάριν δῆλον ἔσται. [2] ἔστω δὴ χάρις, καθ᾽ ἣν ἔχων λέγεται χάριν ἔχειν, ὑπουργία τῷ δεομένῳ μὴ ἀντί τινος, μηδ᾽ ἵνα τι αὐτῷ τῷ ὑπουργοῦντι ἀλλ᾽ ἵνα τι ἐκείνῳ: μεγάλη δὲ
ἂν σφόδρα δεόμενος, μεγάλων καὶ χαλεπῶν, ἐν καιροῖς τοιούτοις, μόνος πρῶτος μάλιστα. [3] δεήσεις δέ εἰσιν αἱ ὀρέξεις, καὶ τούτων μάλιστα αἱ μετὰ λύπης τοῦ μὴ γιγνομένου. τοιαῦται δὲ αἱ ἐπιθυμίαι, οἷον ἔρως, καὶ αἱ ἐν ταῖς τοῦ σώματος κακώσεσιν καὶ ἐν κινδύνοις: καὶ γὰρ κινδυνεύων
ἐπιθυμεῖ καὶ λυπούμενος: διὸ οἱ ἐν πενίᾳ παριστάμενοι καὶ φυγαῖς, κἂν μικρὰ ὑπηρετήσωσιν, διὰ τὸ μέγεθος τῆς δεήσεως καὶ τὸν καιρὸν κεχαρισμένοι, οἷον ἐν Λυκείῳ τὸν φορμὸν δούς. [4] ἀνάγκη οὖν μάλιστα μὲν εἰς ταὐτὰ ἔχειν τὴν ὑπουργίαν, εἰ δὲ μή, εἰς ἴσα μείζω: [5] ὥστε ἐπεὶ φανερὸν καὶ οἷς
καὶ ἐφ᾽ οἷς γίγνεται χάρις καὶ πῶς ἔχουσι, δῆλον ὅτι ἐκ τούτων παρασκευαστέον, τοὺς μὲν δεικνύντας ὄντας γεγενημένους ἐν τοιαύτῃ λύπῃ καὶ δεήσει, τοὺς δὲ ὑπηρετηκότας ἐν τοιαύτῃ χρείᾳ τοιοῦτόν τι ὑπηρετοῦντας. φανερὸν δὲ καὶ ὅθεν ἀφαιρεῖσθαι ἐνδέχεται τὴν χάριν καὶ ποιεῖν ἀχαρίστους:
γὰρ ὅτι αὑτῶν ἕνεκα ὑπηρετοῦσιν ὑπηρέτησαντοῦτο δ᾽ οὐκ ἦν χάρις), ὅτι ἀπὸ τύχης συνέπεσεν συνηναγκάσθησαν, ὅτι ἀπέδωκαν ἀλλ᾽ οὐκ ἔδωκαν, εἴτε εἰδότες εἴτε μή: ἀμφοτέρως γὰρ τὸ ἀντί τινος, ὥστε οὐδ᾽
οὕτως ἂν εἴη χάρις. [6] καὶ περὶ ἁπάσας τὰς κατηγορίας σκεπτέον: γὰρ χάρις ἐστὶν ὅτι τοδὶ τοσόνδε τοιόνδε πότε ποῦ. σημεῖον δὲ εἰ ἔλαττον μὴ ὑπηρέτησαν, καὶ εἰ τοῖς ἐχθροῖς ταὐτὰ ἴσα μείζω: δῆλον γὰρ ὅτι οὐδὲ ταῦτα ἡμῶν ἕνεκα. εἰ φαῦλα εἰδώς: οὐδεὶς γὰρ ὁμολογεῖ
δεῖσθαι φαύλων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: