previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

6.

ποῖα δ᾽ αἰσχύνονται καὶ ἀναισχυντοῦσιν, καὶ πρὸς τίνας καὶ πῶς ἔχοντες, ἐκ τῶνδε δῆλον. [2] ἔστω δὴ αἰσχύνη λύπη τις ταραχὴ περὶ τὰ εἰς ἀδοξίαν φαινόμενα φέρειν τῶν κακῶν, παρόντων γεγονότων μελλόντων, δ᾽ ἀναισχυντία
ὀλιγωρία τις καὶ ἀπάθεια περὶ τὰ αὐτὰ ταῦτα. [3] εἰ δή ἐστιν αἰσχύνη ὁρισθεῖσα, ἀνάγκη αἰσχύνεσθαι ἐπὶ τοῖς τοιούτοις τῶν κακῶν ὅσα αἰσχρὰ δοκεῖ εἶναι αὐτῷ ὧν φροντίζει: τοιαῦτα δ᾽ ἐστὶν ὅσα ἀπὸ κακίας ἔργα ἐστίν, οἷον τὸ ἀποβαλεῖν ἀσπίδα φυγεῖν: ἀπὸ δειλίας γάρ. καὶ τὸ
ἀποστερῆσαι παρακαταθήκην ἀδικῆσαι: ἀπὸ ἀδικίας γάρ. [4] καὶ τὸ συγγενέσθαι αἷς οὐ δεῖ οὗ οὐ δεῖ ὅτε οὐ δεῖ: ἀπὸ ἀκολασίας γάρ. [5] καὶ τὸ κερδαίνειν ἀπὸ μικρῶν αἰσχρῶν ἀπὸ ἀδυνάτων, οἷον πενήτων τεθνεώτων, ὅθεν καὶ παροιμία τὸ ἀπὸ νεκροῦ φέρειν: ἀπὸ αἰσχροκερδείας γὰρ καὶ
ἀνελευθερίας. [6] καὶ τὸ μὴ βοηθεῖν, δυνάμενον, εἰς χρήματα, ἧττον βοηθεῖν. καὶ τὸ βοηθεῖσθαι παρὰ τῶν ἧττον εὐπόρων, [7] καὶ δανείζεσθαι ὅτε δόξει αἰτεῖν, καὶ αἰτεῖν ὅτε ἀπαιτεῖν, καὶ ἀπαιτεῖν ὅτε αἰτεῖν, καὶ ἐπαινεῖν δόξει αἰτεῖν, καὶ τὸ ἀποτετυχηκότα μηδὲν ἧττον: πάντα γὰρ ἀνελευθερίας ταῦτα
σημεῖα, [8] τὸ δ᾽ ἐπαινεῖν παρόντας κολακείας, καὶ τὸ τἀγαθὰ μὲν ὑπερεπαινεῖν τὰ δὲ φαῦλα συναλείφειν, καὶ τὸ ὑπεραλγεῖν ἀλγοῦντι παρόντα, καὶ τἆλλα πάντα ὅσα τοιαῦτα: κολακείας γὰρ σημεῖα. [9] καὶ τὸ μὴ ὑπομένειν πόνους οὓς οἱ πρεσβύτεροι
τρυφῶντες ἐν ἐξουσίᾳ μᾶλλον ὄντες ὅλως οἱ ἀδυνατώτεροι: πάντα γὰρ μαλακίας σημεῖα. [10] καὶ τὸ ὑφ᾽ ἑτέρου εὖ πάσχειν, καὶ τὸ πολλάκις, καὶ εὖ ἐποίησεν ὀνειδίζειν: μικροψυχίας γὰρ πάντα καὶ ταπεινότητος σημεῖα. [11] καὶ τὸ
περὶ αὑτοῦ πάντα λέγειν καὶ ἐπαγγέλλεσθαι, καὶ τὸ τἀλλότρια αὑτοῦ φάσκειν: ἀλαζονείας γάρ. ὁμοίως δὲ καὶ ἀπὸ τῶν ἄλλων ἑκάστης τῶν τοῦ ἤθους κακιῶν τὰ ἔργα καὶ τὰ σημεῖα καὶ τὰ ὅμοια: αἰσχρὰ γὰρ καὶ ἀναίσχυντα. [12] καὶ ἐπὶ τούτοις τὸ τῶν καλῶν ὧν πάντες μετέχουσιν, οἱ ὅμοιοι πάντες οἱ πλεῖστοι,
μὴ μετέχεινὁμοίους δὲ λέγω ὁμοεθνεῖς, πολίτας, ἡλικιώτας, συγγενεῖς, ὅλως τοὺς ἐξ ἴσουαἰσχρὸν γὰρ ἤδη τὸ μὴ μετέχειν οἷον παιδεύσεως ἐπὶ τοσοῦτον, καὶ τῶν ἄλλων ὁμοίως. πάντα δὲ ταῦτα μᾶλλον, ἂν δι᾽ ἑαυτὸν φαίνηται: οὕτω γὰρ ἤδη ἀπὸ κακίας μᾶλλον, ἂν αὐτὸς αἴτιος τῶν ὑπαρξάντων
ὑπαρχόντων μελλόντων. [13] πάσχοντες δὲ πεπονθότες πεισόμενοι τὰ τοιαῦτα αἰσχύνονται ὅσα εἰς ἀτιμίαν φέρει καὶ ὀνείδη: ταῦτα δ᾽ ἐστὶ τὰ εἰς ὑπηρετήσεις σώματος ἔργων αἰσχρῶν, ὧν ἐστιν τὸ ὑβρίζεσθαι. καὶ τὰ μὲν εἰς ἀκολασίαν καὶ ἑκόντα καὶ ἄκοντα, τὰ δ᾽ εἰς βίαν ἄκοντα: ἀπὸ
ἀνανδρίας γὰρ δειλίας ὑπομονὴ καὶ τὸ μὴ ἀμύνεσθαι.

μὲν οὖν αἰσχύνονται, ταῦτ᾽ ἐστὶ καὶ τὰ τοιαῦτα: [14] ἐπεὶ δὲ περὶ ἀδοξίας φαντασία ἐστὶν αἰσχύνη, καὶ ταύτης αὐτῆς χάριν ἀλλὰ μὴ τῶν ἀποβαινόντων, οὐδεὶς δὲ τῆς δόξης φροντίζει ἀλλ᾽ διὰ τοὺς δοξάζοντας, ἀνάγκη τούτους
αἰσχύνεσθαι ὧν λόγον ἔχει: [15] λόγον δὲ ἔχει τῶν θαυμαζόντων, καὶ οὓς θαυμάζει, καὶ ὑφ᾽ ὧν βούλεται θαυμάζεσθαι, καὶ πρὸς οὓς φιλοτιμεῖται, καὶ ὧν μὴ καταφρονεῖ τῆς δόξης: [16] θαυμάζεσθαι μὲν οὖν βούλονται ὑπὸ τούτων καὶ θαυμάζουσι τούτους ὅσοι τι ἔχουσιν ἀγαθὸν τῶν τιμίων, παρ᾽ ὧν τυγχάνουσιν
δεόμενοι σφόδρα τινὸς ὧν ἐκεῖνοι κύριοι, οἷον οἱ ἐρῶντες: [17] φιλοτιμοῦνται δὲ πρὸς τοὺς ὁμοίους: φροντίζουσι δ᾽ ὡς ἀληθευόντων τῶν φρονίμων, τοιοῦτοι δ᾽ οἵ τε πρεσβύτεροι καὶ οἱ πεπαιδευμένοι. [18] καὶ τὰ ἐν ὀφθαλμοῖς καὶ τὰ ἐν φανερῷ μᾶλλονὅθεν καὶ παροιμία τὸ ἐν ὀφθαλμοῖς εἶναι αἰδῶ): διὰ
τοῦτο τοὺς ἀεὶ παρεσομένους μᾶλλον αἰσχύνονται καὶ τοὺς προσέχοντας αὐτοῖς,
διὰ τὸ ἐν ὀφθαλμοῖς ἀμφότερα. [19] καὶ τοὺς μὴ περὶ ταὐτὰ ἐνόχους: δῆλον γὰρ ὅτι τἀναντία δοκεῖ τούτοις. καὶ τοὺς μὴ συγγνωμονικοὺς τοῖς φαινομένοις ἁμαρτάνειν: γάρ τις αὐτὸς ποιεῖ, ταῦτα λέγεται τοῖς πέλας οὐ νεμεσᾶν,
ὥστε μὴ ποιεῖ, δῆλον ὅτι νεμεσᾷ. [20] καὶ τοὺς ἐξαγγελτικοὺς πολλοῖς: οὐδὲν γὰρ διαφέρει μὴ δοκεῖν μὴ ἐξαγγέλλειν: ἐξαγγελτικοὶ δὲ οἵ τε ἠδικημένοι, διὰ τὸ παρατηρεῖν, καὶ οἱ κακολόγοι: εἴπερ γὰρ καὶ τοὺς μὴ ἁμαρτάνοντας, ἔτι μᾶλλον τοὺς ἁμαρτάνοντας. καὶ οἷς διατριβὴ ἐπὶ ταῖς τῶν πέλας
ἁμαρτίαις, οἷον χλευασταῖς καὶ κωμῳδοποιοῖς: κακολόγοι γάρ πως οὗτοι καὶ ἐξαγγελτικοί. καὶ ἐν οἷς μηδὲν ἀποτετυχήκασιν: ὥσπερ γὰρ θαυμαζόμενοι διάκεινται: διὸ καὶ τοὺς πρῶτον δεηθέντας τι αἰσχύνονται ὡς οὐδέν πω ἠδοξηκότες ἐν αὐτοῖς: τοιοῦτοι δὲ οἱ ἄρτι βουλόμενοι φίλοι εἶναιτὰ γὰρ
βέλτιστα τεθέανται: διὸ εὖ ἔχει τοῦ Εὐριπίδου ἀπόκρισις πρὸς τοὺς Συρακοσίους), καὶ τῶν πάλαι γνωρίμων οἱ μηδὲν συνειδότες. [21] αἰσχύνονται δὲ οὐ μόνον αὐτὰ τὰ ῥηθέντα αἰσχυντηλὰ ἀλλὰ καὶ τὰ σημεῖα, οἷον οὐ μόνον ἀφροδισιάζοντες ἀλλὰ καὶ τὰ σημεῖα αὐτοῦ, καὶ οὐ μόνον ποιοῦντες [22]
τὰ αἰσχρά, ἀλλὰ καὶ λέγοντες. ὁμοίως δὲ οὐ τοὺς εἰρημένους μόνον αἰσχύνονται, ἀλλὰ καὶ τοὺς δηλώσοντας αὐτοῖς, οἷον θεράποντας καὶ φίλους τούτων. [23] ὅλως δὲ οὐκ αἰσχύνονται οὔθ᾽ ὧν πολὺ καταφρονοῦσι τῆς δόξης τοῦ ἀληθεύεινοὐδεὶς γὰρ παιδία καὶ θηρία αἰσχύνεται), οὔτε ταὐτὰ τοὺς γνωρίμους
καὶ τοὺς ἀγνῶτας, ἀλλὰ τοὺς μὲν γνωρίμους τὰ πρὸς ἀλήθειαν δοκοῦντα τοὺς δ᾽ ἄπωθεν τὰ πρὸς τὸν νόμον. [24]

αὐτοὶ δὲ ὧδε διακείμενοι αἰσχυνθεῖεν ἄν, πρῶτον μὲν εἰ ὑπάρχοιεν πρὸς αὐτοὺς ἔχοντες οὕτως τινὲς οἵους ἔφαμεν εἶναι οὓς αἰσχύνονται. ἦσαν δ᾽ οὗτοι οἱ θαυμαζόμενοι
θαυμάζοντες ὑφ᾽ ὧν βούλονται θαυμάζεσθαι, ὧν δέονταί τινα χρείαν ἧς μὴ τεύξονται ἄδοξοι ὄντες, καὶ οὗτοι ὁρῶντεςὥσπερ Κυδίας περὶ τῆς Σάμου κληρουχίας ἐδημηγόρησεν: ἠξίου γὰρ ὑπολαβεῖν τοὺς Ἀθηναίους περιεστάναι κύκλῳ τοὺς Ἕλληνας, ὡς ὁρῶντας καὶ μὴ μόνον ἀκουσομένους
ἂν ψηφίσωνται), ἂν πλησίον ὦσιν οἱ τοιοῦτοι, μέλλωσιν αἰσθήσεσθαι: διὸ καὶ ὁρᾶσθαι ἀτυχοῦντες ὑπὸ τῶν ζηλούντων ποτὲ οὐ βούλονται:
θαυμασταὶ γὰρ οἱ ζηλωταί. [25] καὶ ὅταν ἔχωσιν καταισχύνουσιν ἔργα καὶ πράγματα αὑτῶν προγόνων ἄλλων τινῶν πρὸς οὓς ὑπάρχει αὐτοῖς ἀγχιστεία τις. καὶ ὅλως ὑπὲρ ὧν αἰσχύνονται αὐτοί: εἰσὶ δ᾽ οὗτοι οἱ εἰρημένοι
καὶ οἱ εἰς αὐτοὺς ἀναφερόμενοι, ὧν διδάσκαλοι σύμβουλοι γεγόνασιν, ἐὰν ὦσιν ἕτεροι ὅμοιοι πρὸς οὓς φιλοτιμοῦνται: [26] πολλὰ γὰρ αἰσχυνόμενοι διὰ τοὺς τοιούτους καὶ ποιοῦσι καὶ οὐ ποιοῦσιν. [27] καὶ μέλλοντες ὁρᾶσθαι καὶ ἐν φανερῷ ἀναστρέφεσθαι τοῖς συνειδόσιν αἰσχυντηλοὶ
μᾶλλον εἰσίν: ὅθεν καὶ Ἀντιφῶν ποιητής, μέλλων ἀποτυμπανίζεσθαι ὑπὸ Διονυσίου, εἶπεν, ἰδὼν τοὺς συναποθνῄσκειν μέλλοντας ἐγκαλυπτομένους ὡς ᾔεσαν διὰ τῶν πυλῶν, “τί ἐγκαλύπτεσθε;” ἔφη: “ μὴ αὔριόν τις ὑμᾶς ἴδῃ τούτων;”

περὶ μὲν οὖν αἰσχύνης ταῦτα: περὶ δὲ ἀναισχυντίας δῆλον
ὡς ἐκ τῶν ἐναντίων εὐπορήσομεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
hide References (4 total)
  • Cross-references to this page (3):
  • Cross-references in notes to this page (1):
    • Sir Richard C. Jebb, The Attic Orators from Antiphon to Isaeos, Antiphon: Life
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: