previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

14.

οἱ δ᾽ ἀκμάζοντες φανερὸν ὅτι μεταξὺ τούτων τὸ ἦθος ἔσονται ἑκατέρων, ἀφαιροῦντες τὴν ὑπερβολήν, καὶ οὔτε σφόδρα
θαρροῦντεςθρασύτης γὰρ τὸ τοιοῦτονοὔτε λίαν φοβούμενοι, καλῶς δὲ πρὸς ἄμφω ἔχοντες, [2] οὔτε πᾶσι πιστεύοντες οὔτε πᾶσιν ἀπιστοῦντες, ἀλλὰ κατὰ τὸ ἀληθὲς κρίνοντες μᾶλλον, καὶ οὔτε πρὸς τὸ καλὸν ζῶντες μόνον οὔτε πρὸς τὸ συμφέρον
ἀλλὰ πρὸς ἄμφω, καὶ οὔτε πρὸς φειδὼ οὔτε πρὸς ἀσωτίαν ἀλλὰ πρὸς τὸ ἁρμόττον, [3] ὁμοίως δὲ καὶ πρὸς θυμὸν καὶ πρὸς ἐπιθυμίαν, καὶ σώφρονες μετ᾽ ἀνδρείας καὶ ἀνδρεῖοι μετὰ σωφροσύνης. ἐν γὰρ τοῖς νέοις καὶ τοῖς γέρουσι διῄρηται
ταῦτα: εἰσὶν γὰρ οἱ μὲν νέοι ἀνδρεῖοι καὶ ἀκόλαστοι, οἱ δὲ πρεσβύτεροι σώφρονες καὶ δειλοί. ὡς δὲ καθόλου εἰπεῖν, ὅσα μὲν διῄρηνται νεότης καὶ τὸ γῆρας τῶν ὠφελίμων, ταῦτα ἄμφω ἔχουσιν, ὅσα δὲ ὑπερβάλλουσιν ἐλλείπουσιν, τούτων τὸ μέτριον καὶ τὸ ἁρμόττον. [4] ἀκμάζει δὲ τὸ μὲν σῶμα
ἀπὸ τῶν τριάκοντα ἐτῶν μέχρι τῶν πέντε καὶ τριάκοντα, δὲ ψυχὴ περὶ τὰ ἑνὸς δεῖν πεντήκοντα.

περὶ μὲν οὖν νεότητος καὶ γήρως καὶ ἀκμῆς, ποίων ἠθῶν ἕκαστόν ἐστιν, εἰρήσθω τοσαῦτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: