previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

3.

ἐπεὶ δὲ τὸ ὀργίζεσθαι ἐναντίον τῷ πραΰνεσθαι καὶ ὀργὴ πραότητι, ληπτέον πῶς ἔχοντες πρᾶοί εἰσι καὶ πρὸς τίνας πράως ἔχουσι καὶ διὰ τίνων πραΰνονται. [2] ἔστω δὴ πράϋνσις κατάστασις καὶ ἠρέμησις ὀργῆς. [3] εἰ οὖν ὀργίζονται
τοῖς ὀλιγωροῦσιν, ὀλιγωρία δ᾽ ἑκούσιον, φανερὸν ὅτι καὶ τοῖς μηδὲν τούτων ποιοῦσιν ἀκουσίως ποιοῦσιν φαινομένοις τοιούτοις πρᾶοί εἰσιν. [4] καὶ τοῖς τἀναντία ὧν ἐποίησαν βουλομένοις. καὶ ὅσοι καὶ αὐτοὶ εἰς αὑτοὺς τοιοῦτοι: οὐδεὶς γὰρ αὐτὸς αὑτοῦ δοκεῖ ὀλιγωρεῖν. [5] καὶ τοῖς ὁμολογοῦσι καὶ μεταμελομένοις:
ὡς γὰρ ἔχοντες δίκην τὸ λυπεῖσθαι ἐπὶ τοῖς πεποιημένοις παύονται τῆς ὀργῆς: σημεῖον δὲ ἐπὶ τῆς τῶν οἰκετῶν κολάσεως: τοὺς μὲν γὰρ ἀντιλέγοντας καὶ ἀρνουμένους μᾶλλον κολάζομεν, πρὸς δὲ τοὺς ὁμολογοῦντας δικαίως κολάζεσθαι παυόμεθα θυμούμενοι: αἴτιον δ᾽ ὅτι ἀναισχυντία τὸ τὰ φανερὰ ἀρνεῖσθαι, δ᾽ ἀναισχυντία
ὀλιγωρία καὶ καταφρόνησις: [6] ὧν γοῦν πολὺ καταφρονοῦμεν, οὐκ αἰσχυνόμεθα. καὶ τοῖς ταπεινουμένοις πρὸς αὐτοὺς καὶ μὴ ἀντιλέγουσιν: φαίνονται γὰρ ὁμολογεῖν ἥττους εἶναι, οἱ δ᾽ ἥττους φοβοῦνται, φοβούμενος δὲ οὐδεὶς ὀλιγωρεῖ: ὅτι δὲ πρὸς τοὺς ταπεινουμένους
παύεται ὀργή, καὶ οἱ κύνες δηλοῦσιν οὐ δάκνοντες τοὺς καθίζοντας. [7] καὶ τοῖς σπουδάζουσι πρὸς τοὺς σπουδάζοντας: δοκεῖ γὰρ σπουδάζεσθαι ἀλλ᾽ οὐ καταφρονεῖσθαι. [8] καὶ τοῖς μείζω κεχαρισμένοις. καὶ τοῖς δεομένοις καὶ παραιτουμένοις: ταπεινότεροι γάρ. [9] καὶ τοῖς μὴ ὑβρισταῖς μηδὲ χλευασταῖς
μηδ᾽ ὀλιγώροις εἰς μηδένα μὴ εἰς χρηστοὺς μηδ᾽ εἰς τοιούτους οἷοί περ αὐτοί: [10] ὅλως δ᾽ ἐκ τῶν ἐναντίων δεῖ σκοπεῖν τὰ πραΰνοντα. καὶ οὓς φοβοῦνται αἰσχύνονται, ἕως ἂν οὕτως ἔχωσιν, οὐκ ὀργίζονται: ἀδύνατον γὰρ ἅμα φοβεῖσθαι καὶ ὀργίζεσθαι. [11] καὶ τοῖς δι᾽ ὀργὴν ποιήσασιν οὐκ ὀργίζονται
ἧττον ὀργίζονται: οὐ γὰρ δι᾽ ὀλιγωρίαν φαίνονται πρᾶξαι: οὐδεὶς γὰρ ὀργιζόμενος ὀλιγωρεῖ: μὲν γὰρ ὀλιγωρία ἄλυπον,
δ᾽ ὀργὴ μετὰ λύπης. [12] καὶ τοῖς αἰσχυνομένοις αὐτούς.

καὶ ἔχοντες δὲ ἐναντίως τῷ ὀργίζεσθαι δῆλον ὅτι πρᾶοί εἰσιν, οἷον ἐν παιδιᾷ, ἐν γέλωτι, ἐν ἑορτῇ, ἐν εὐημερίᾳ, ἐν κατορθώσει, ἐν πληρώσει, ὅλως ἐν ἀλυπίᾳ καὶ ἡδονῇ μὴ
ὑβριστικῇ καὶ ἐν ἐλπίδι ἐπιεικεῖ. ἔτι κεχρονικότες καὶ μὴ ὑπόγυιοι τῇ ὀργῇ ὄντες: παύει γὰρ ὀργὴν χρόνος: [13] παύει δὲ καὶ ἑτέρου ὀργὴν μείζω παρ᾽ ἄλλου ληφθεῖσα τιμωρία πρότερον: διὸ εὖ Φιλοκράτης, εἰπόντος τινός, ὀργιζομένου τοῦ δήμου, “τί οὐκ ἀπολογεῖ;”, “οὔπω γε”, ἔφη. “ἀλλὰ πότε;”
ὅταν ἴδω ἄλλον διαβεβλημένον”: πρᾶοι γὰρ γίγνονται ὅταν εἰς ἄλλον τὴν ὀργὴν ἀναλώσωσιν, συνέβη ἐπὶ Ἐργοφίλου: μᾶλλον γὰρ χαλεπαίνοντες Καλλισθένει ἀφεῖσαν διὰ τὸ Καλλισθένους τῇ προτεραίᾳ καταγνῶναι θάνατον. [14] καὶ ἐὰν ἕλωσιν. καὶ ἐὰν μεῖζον κακὸν πεπονθότες ὦσιν ὀργιζόμενοι
ἂν ἔδρασαν: ὥσπερ εἰληφέναι γὰρ οἴονται τιμωρίαν. [15] καὶ ἐὰν ἀδικεῖν οἴωνται αὐτοὶ καὶ δικαίως πάσχειν, οὐ γίγνεται ὀργὴ πρὸς τὸ δίκαιον: οὐ γὰρ ἔτι παρὰ τὸ προσῆκον νομίζουσι πάσχειν, δ᾽ ὀργὴ τοῦτο ἦν: διὸ δεῖ τῷ λόγῳ προκολάζειν: ἀγανακτοῦσιν γὰρ ἧττον κολαζόμενοι καὶ
οἱ δοῦλοι. [16] καὶ ἐὰν μὴ αἰσθήσεσθαι οἴωνται ὅτι δι᾽ αὑτοὺς καὶ ἀνθ᾽ ὧν ἔπαθον: γὰρ ὀργὴ πρὸς τὸν καθ᾽ ἕκαστόν ἐστιν: δῆλον δ᾽ ἐκ τοῦ ὁρισμοῦ: διὸ ὀρθῶς πεποίηταιφάσθαι Ὀδυσσῆα πτολιπόρθιον,

Hom. Od. 9.504 ὡς οὐ τετιμωρημένος εἰ μὴ ᾔσθετο καὶ ὑφ᾽ ὅτου καὶ ἀνθ᾽
ὅτου: ὥστε οὔτε τοῖς ἄλλοις ὅσοι μὴ αἰσθάνονται ὀργίζονται, οὔτε τοῖς τεθνεῶσιν ἔτι, ὡς πεπονθόσι τε τὸ ἔσχατον καὶ οὐκ ἀλγήσουσιν οὐδ᾽ αἰσθησομένοις, οὗ οἱ ὀργιζόμενοι ἐφίενται: διὸ εὖ περὶ τοῦ Ἕκτορος ποιητής, παῦσαι βουλόμενος τὸν Ἀχιλλέα τῆς ὀργῆς τεθνεῶτος,
κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.

Hom. Il. 24.54 [17] δῆλον οὖν ὅτι τοῖς καταπραΰνειν βουλομένοις ἐκ τούτων τῶν τόπων λεκτέον, αὑτοὺς μὲν παρασκευάζουσι τοιούτους, οἷς δ᾽ ὀργίζονται φοβεροὺς αἰσχύνης ἀξίους κεχαρισμένους ἄκοντας ὑπεραλγοῦντας τοῖς πεποιημένοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
hide References (2 total)
  • Cross-references from this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: