previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

2.

ἔστω δὴ ὀργὴ ὄρεξις μετὰ λύπης τιμωρίας φαινομένης διὰ φαινομένην ὀλιγωρίαν εἰς αὐτὸν τι τῶν αὐτοῦ, τοῦ ὀλιγωρεῖν μὴ προσήκοντος. [2] εἰ δὴ τοῦτ᾽ ἐστὶν ὀργή, ἀνάγκη τὸν ὀργιζόμενον ὀργίζεσθαι ἀεὶ τῶν καθ᾽ ἕκαστόν τινι, οἷον Κλέωνι ἀλλ᾽ οὐκ ἀνθρώπῳ,
καὶ ὅτι αὑτὸν τῶν αὑτοῦ τί πεποίηκεν ἤμελλεν, καὶ πάσῃ ὀργῇ ἕπεσθαί τινα ἡδονήν, τὴν ἀπὸ τῆς ἐλπίδος τοῦ τιμωρήσασθαι: ἡδὺ μὲν γὰρ τὸ οἴεσθαι τεύξεσθαι ὧν ἐφίεται, οὐδεὶς δὲ τῶν φαινομένων ἀδυνάτων ἐφίεται αὑτῷ, δὲ ὀργιζόμενος ἐφίεται δυνατῶν αὑτῷ. διὸ
καλῶς εἴρηται περὶ θυμοῦ: “ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται:

Hom. Il. 18.109-110 ἀκολουθεῖ γὰρ καὶ ἡδονή τις διά τε τοῦτο καὶ διότι διατρίβουσιν ἐν τῷ τιμωρεῖσθαι τῇ διανοίᾳ: οὖν τότε γινομένη
φαντασία ἡδονὴν ἐμποιεῖ, ὥσπερ τῶν ἐνυπνίων. [3]

ἐπεὶ δὲ ὀλιγωρία ἐστὶν ἐνέργεια δόξης περὶ τὸ μηδενὸς ἄξιον φαινόμενονκαὶ γὰρ τὰ κακὰ καὶ τἀγαθὰ ἄξια οἰόμεθα σπουδῆς εἶναι, καὶ τὰ συντείνοντα πρὸς αὐτά: ὅσα δὲ μηδέν τι μικρόν, οὐδενὸς ἄξια ὑπολαμβάνομεν), τρία ἐστὶν εἴδη ὀλιγωρίας,
καταφρόνησίς τε καὶ ἐπηρεασμὸς καὶ ὕβρις: [4] τε γὰρ καταφρονῶν ὀλιγωρεῖὅσα γὰρ οἴονται μηδενὸς ἄξια, τούτων καταφρονοῦσιν, τῶν δὲ μηδενὸς ἀξίων ὀλιγωροῦσιν), καὶ ἐπηρεάζων φαίνεται ὀλιγωρεῖν. ἔστι γὰρ ἐπηρεασμὸς ἐμποδισμὸς ταῖς βουλήσεσιν μὴ ἵνα τι αὑτῷ ἀλλ᾽ ἵνα μὴ ἐκείνῳ: ἐπεὶ οὖν οὐχ ἵνα αὑτῷ τι, ὀλιγωρεῖ:
δῆλον γὰρ ὅτι οὔτε βλάψειν ὑπολαμβάνει, ἐφοβεῖτο γὰρ ἂν καὶ οὐκ ὠλιγώρει, οὔτ᾽ ὠφελῆσαι ἂν οὐδὲν ἄξιον λόγου, ἐφρόντιζε γὰρ ἂν ὥστε φίλος εἶναι: [5] καὶ ὑβρίζων δὲ ὀλιγωρεῖ: ἔστι γὰρ ὕβρις τὸ πράττειν καὶ λέγειν ἐφ᾽ οἷς αἰσχύνη ἔστι τῷ πάσχοντι, μὴ
ἵνα τι γίγνηται αὑτῷ ἄλλο τι ἐγένετο, ἀλλ᾽ ὅπως ἡσθῇ: οἱ γὰρ ἀντιποιοῦντες οὐχ ὑβρίζουσιν ἀλλὰ τιμωροῦνται. [6] αἴτιον δὲ τῆς ἡδονῆς τοῖς ὑβρίζουσιν, ὅτι οἴονται κακῶς δρῶντες αὐτοὶ ὑπερέχειν μᾶλλονδιὸ οἱ νέοι καὶ οἱ πλούσιοι ὑβρισταί: ὑπερέχειν γὰρ οἴονται ὑβρίζοντες): ὕβρεως δὲ ἀτιμία, δ᾽
ἀτιμάζων ὀλιγωρεῖ: τὸ γὰρ μηδενὸς ἄξιον οὐδεμίαν ἔχει τιμήν, οὔτε ἀγαθοῦ οὔτε κακοῦ: διὸ λέγει ὀργιζόμενος Ἀχιλλεὺςἠτίμησεν: ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς

Hom. Il. 1.356 καὶὡς εἴ τιν᾽ ἀτίμητον μετανάστην,

Hom. Il. 9.648 [7]
ὡς διὰ ταῦτα ὀργιζόμενος. προσήκειν δὲ οἴονται πολυωρεῖσθαι ὑπὸ τῶν ἡττόνων κατὰ γένος, κατὰ δύναμιν, κατ᾽ ἀρετήν,
καὶ ὅλως ἐν ἂν αὐτὸς ὑπερέχῃ πολύ, οἷον ἐν χρήμασιν πλούσιος πένητος καὶ ἐν τῷ λέγειν ῥητορικὸς ἀδυνάτου εἰπεῖν καὶ ἄρχων ἀρχομένου καὶ ἄρχειν ἄξιος οἰόμενος τοῦ ἄρχεσθαι ἀξίου: διὸ εἴρηται
θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων

Hom. Il. 2.196 καὶἀλλά τε καὶ μετόπισθεν ἔχει κότον:

Hom. Il. 1.82 ἀγανακτοῦσι γὰρ διὰ τὴν ὑπεροχήν. [8] ἔτι ὑφ᾽ ὧν τις οἴεται εὖ πάσχειν δεῖν: οὗτοι δ᾽ εἰσὶν οὓς εὖ πεποίηκεν ποιεῖ, αὐτὸς δι᾽ αὐτόν τις τῶν αὐτοῦ τις, βούλεται ἐβουλήθη.
[9]

φανερὸν οὖν ἐκ τούτων ἤδη πῶς τε ἔχοντες ὀργίζονται αὐτοὶ καὶ τίσιν καὶ διὰ ποῖα. αὐτοὶ μὲν γάρ, ὅταν λυπῶνται: ἐφίεται γάρ τινος λυπούμενος: ἐάν τε οὖν κατ᾽ εὐθυωρίαν ὁτιοῦν ἀντικρούσῃ τις, οἷον τῷ διψῶντι πρὸς τὸ πιεῖν, ἐάν τε μή, ὁμοίως ταὐτὸ φαίνεται ποιεῖν: καὶ ἐάν τε ἀντιπράττῃ
τις ἐάν τε μὴ συμπράττῃ ἐάν τε ἄλλο τι ἐνοχλῇ οὕτως ἔχοντα, πᾶσιν ὀργίζεται: [10] διὸ κάμνοντες, πενόμενοι, πολεμοῦντες, ἐρῶντες, διψῶντες, ὅλως ἐπιθυμοῦντες καὶ μὴ κατορθοῦντες ὀργίλοι εἰσὶ καὶ εὐπαρόρμητοι, μάλιστα μὲν πρὸς τοὺς τοῦ παρόντος ὀλιγωροῦντας, οἷον κάμνων μὲν τοῖς πρὸς τὴν νόσον, πενόμενος δὲ τοῖς πρὸς τὴν πενίαν, πολεμῶν δὲ τοῖς
πρὸς τὸν πόλεμον, ἐρῶν δὲ τοῖς πρὸς τὸν ἔρωτα, ὁμοίως δὲ καὶ τοῖς ἄλλοις εἰ δὲ μή, κἂν ὁτιοῦν ἄλλο ὀλιγωρῇ τις: προοδοποιεῖται γὰρ ἕκαστος πρὸς τὴν ἑκάστου ὀργὴν ὑπὸ τοῦ ὑπάρχοντος πάθους: ἔτι δ᾽ ἐὰν τἀναντία τύχῃ προσδεχόμενος: [11]
λυπεῖ γὰρ μᾶλλον τὸ πολὺ παρὰ δόξαν, ὥσπερ καὶ τέρπει τὸ πολὺ παρὰ δόξαν, ἐὰν γένηται βούλεται: διὸ καὶ ὧραι καὶ χρόνοι καὶ διαθέσεις καὶ ἡλικίαι ἐκ τούτων φανεραί, ποῖαι εὐκίνητοι πρὸς ὀργὴν καὶ ποῦ καὶ πότε, καὶ ὅτε μᾶλλον ἐν τούτοις εἰσί, μᾶλλον καὶ εὐκίνητοι.
[12]

αὐτοὶ μὲν οὖν οὕτως ἔχοντες εὐκίνητοι πρὸς ὀργήν, ὀργίζονται δὲ τοῖς τε καταγελῶσι καὶ χλευάζουσιν καὶ σκώπτουσινὑβρίζουσι γάρ), καὶ τοῖς τὰ τοιαῦτα βλάπτουσιν ὅσα ὕβρεως σημεῖα: ἀνάγκη δὲ τοιαῦτα εἶναι μήτε ἀντί τινος μήτ᾽ ὠφέλιμα τοῖς ποιοῦσιν: ἤδη γὰρ δοκεῖ δι᾽ ὕβριν. [13] καὶ
τοῖς κακῶς λέγουσι καὶ καταφρονοῦσι περὶ ὧν αὐτοὶ μάλιστα σπουδάζουσιν, οἷον οἱ ἐπὶ φιλοσοφίᾳ φιλοτιμούμενοι ἐάν τις εἰς τὴν φιλοσοφίαν, οἱ δ᾽ ἐπὶ τῇ ἰδέᾳ ἐάν τις εἰς τὴν ἰδέαν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων: [14] ταῦτα δὲ πολλῷ μᾶλλον, ἐὰν ὑποπτεύσωσι μὴ ὑπάρχειν αὑτοῖς, ὅλως μὴ ἰσχυρῶς, μὴ δοκεῖν:
ἐπειδὰν γὰρ σφόδρα οἴωνται ὑπερέχειν ἐν τούτοις ἐν οἷς σκώπτονται, οὐ φροντίζουσιν. [15] καὶ τοῖς φίλοις μᾶλλον τοῖς μὴ φίλοις: οἴονται γὰρ προσήκειν μᾶλλον πάσχειν εὖ ὑπ᾽ αὐτῶν μή. [16] καὶ τοῖς εἰθισμένοις τιμᾶν
φροντίζειν, ἐὰν πάλιν μὴ οὕτως ὁμιλῶσιν: καὶ γὰρ ὑπὸ τούτων οἴονται καταφρονεῖσθαι: ταὐτὰ γὰρ ἂν ποιεῖν. [17] καὶ τοῖς μὴ ἀντιποιοῦσιν εὖ μηδὲ τὴν ἴσην ἀνταποδιδοῦσιν. καὶ τοῖς τἀναντία ποιοῦσιν αὐτοῖς, ἐὰν ἥττους ὦσιν. καταφρονεῖν γὰρ πάντες οἱ τοιοῦτοι φαίνονται, καὶ οἱ μὲν ὡς ἡττόνων οἱ
δ᾽ ὡς παρὰ ἡττόνων. [18] καὶ τοῖς ἐν μηδενὶ λόγῳ οὖσιν, ἄν τι ὀλιγωρῶσι, μᾶλλον: ὑπόκειται γὰρ ὀργὴ τῆς ὀλιγωρίας πρὸς τοὺς μὴ προσήκοντας, προσήκει δὲ τοῖς ἥττοσι μὴ ὀλιγωρεῖν: [19] τοῖς δὲ φίλοις, ἐάν τε μὴ εὖ λέγωσιν ποιῶσιν, καὶ ἔτι μᾶλλον ἐὰν τἀναντία, καὶ ἐὰν μὴ αἰσθάνωνται δεομένων,
ὥσπερ Ἀντιφῶντος Πλήξιππος τῷ Μελεάγρῳ: ὀλιγωρίας γὰρ τὸ μὴ αἰσθάνεσθαι σημεῖον: ὧν γὰρ φροντίζομεν οὐ λανθάνει. [20] καὶ τοῖς ἐπιχαίρουσι ταῖς ἀτυχίαις καὶ ὅλως εὐθυμουμένοις ἐν ταῖς αὐτῶν ἀτυχίαις: γὰρ ἐχθροῦ ὀλιγωροῦντος σημεῖον. καὶ τοῖς μὴ φροντίζουσιν ἐὰν λυπήσωσιν:
διὸ καὶ τοῖς κακὰ ἀγγέλλουσιν ὀργίζονται. [21] καὶ τοῖς ἀκούουσι περὶ αὐτῶν θεωμένοις τὰ αὐτῶν φαῦλα: ὅμοιοι γάρ εἰσιν ὀλιγωροῦσιν ἐχθροῖς: [22] οἱ γὰρ φίλοι συναλγοῦσιν, θεώμενοι δὲ τὰ οἰκεῖα φαῦλα πάντες ἀλγοῦσιν. ἔτι τοῖς ὀλιγωροῦσι πρὸς πέντε, πρὸς οὓς φιλοτιμοῦνται, πρὸς οὓς θαυμάζουσιν, ὑφ᾽
ὧν βούλονται θαυμάζεσθαι, οὓς αἰσχύνονται, ἐν τοῖς αἰσχυνομένοις αὐτούς: ἄν τις ἐν τούτοις ὀλιγωρῇ, ὀργίζονται μᾶλλον. [23] καὶ τοῖς εἰς τὰ τοιαῦτα ὀλιγωροῦσιν ὑπὲρ ὧν αὐτοῖς αἰσχρὸν μὴ βοηθεῖν, οἷον γονεῖς, τέκνα, γυναῖκας, ἀρχομένους. καὶ τοῖς χάριν μὴ ἀποδιδοῦσιν: παρὰ τὸ προσῆκον γὰρ
ὀλιγωρία. [24] καὶ τοῖς εἰρωνευομένοις πρὸς σπουδάζοντας: [25] καταφρονητικὸν γὰρ εἰρωνεία. καὶ τοῖς τῶν ἄλλων εὐποιητικοῖς, ἐὰν μὴ καὶ αὐτῶν: καὶ γὰρ τοῦτο καταφρονητικόν, τὸ μὴ ἀξιοῦν, ὧν πάντας, καὶ αὐτόν. [26] ποιητικὸν δ᾽ ὀργῆς καὶ λήθη, οἷον καὶ τῶν ὀνομάτων, οὕτως οὖσα περὶ μικρόν:
ὀλιγωρίας γὰρ δοκεῖ καὶ λήθη σημεῖον εἶναι: δι᾽ ἀμέλειαν μὲν γὰρ λήθη γίγνεται, δ᾽ ἀμέλεια ὀλιγωρία τίς ἐστιν.
[27]

οἷς μὲν οὖν ὀργίζονται καὶ ὡς ἔχοντες καὶ διὰ ποῖα, ἅμα εἴρηται: δῆλον δ᾽ ὅτι δέοι ἂν κατασκευάζειν τῷ λόγῳ τοιούτους οἷοι ὄντες ὀργίλως ἔχουσιν, καὶ τοὺς ἐναντίους τούτοις ἐνόχους ὄντας ἐφ᾽ οἷς ὀργίζονται, καὶ τοιούτους οἵοις
ὀργίζονται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
hide References (6 total)
  • Commentary references to this page (1):
    • Walter Leaf, Commentary on the Iliad (1900), 9.648
  • Cross-references from this page (5):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: