11.
πῶς δὲ ἔχοντες ζηλοῦσι καὶ τὰ ποῖα καὶ ἐπὶ τίσιν, ἐνθένδ᾽ ἐστὶ δῆλον: εἰ γάρ ἐστιν ζῆλος λύπη τις ἐπὶ φαινομένῃ παρουσίᾳ ἀγαθῶν ἐντίμων καὶ ἐνδεχομένων αὐτῷ λαβεῖν περὶ τοὺς ὁμοίους τῇ φύσει, οὐχ ὅτι ἄλλῳ ἀλλ᾽ ὅτι οὐχὶ καὶ αὑτῷ
ἔστιν (διὸ καὶ ἐπιεικές ἐστιν ὁ ζῆλος καὶ ἐπιεικῶν, τὸ δὲ φθονεῖν φαῦλον καὶ φαύλων: ὁ μὲν γὰρ αὑτὸν παρασκευάζει διὰ τὸν ζῆλον τυγχάνειν τῶν ἀγαθῶν, ὁ δὲ τὸν πλησίον μὴ ἔχειν διὰ τὸν φθόνον),
ἀνάγκη δὴ ζηλωτικοὺς μὲν εἶναι τοὺς ἀξιοῦντας αὑτοὺς ἀγαθῶν ὧν μὴ ἔχουσιν, ἐνδεχομένων αὐτοῖς λαβεῖν: οὐδεὶς γὰρ ἀξιοῖ τὰ φαινόμενα ἀδύνατα (διὸ οἱ νέοι καὶ οἱ μεγαλόψυχοι τοιοῦτοι).
[2]
καὶ οἷς ὑπάρχει τοιαῦτα ἀγαθὰ ἃ τῶν ἐντίμων ἄξιά ἐστιν ἀνδρῶν: ἔστι δὲ ταῦτα
πλοῦτος καὶ πολυφιλία καὶ ἀρχαὶ καὶ ὅσα τοιαῦτα: ὡς γὰρ προσῆκον αὐτοῖς ἀγαθοῖς εἶναι, οἷα προσήκει τοῖς ἀγαθῶς ἔχουσι, ζηλοῦσι τὰ τοιαῦτα τῶν ἀγαθῶν. καὶ οὓς οἱ ἄλλοι ἀξιοῦσιν.
[3]
καὶ ὧν πρόγονοι ἢ συγγενεῖς ἢ οἰκεῖοι ἢ τὸ ἔθνος ἢ ἡ πόλις ἔντιμοι, ζηλωτικοὶ περὶ ταῦτα: οἰκεῖα γὰρ οἴονται
αὑτοῖς εἶναι, καὶ ἄξιοι εἶναι τούτων.
[4]
εἰ δ᾽ ἐστὶν ζηλωτὰ τὰ ἔντιμα ἀγαθά, ἀνάγκη τάς τε ἀρετὰς εἶναι τοιαύτας, καὶ ὅσα τοῖς ἄλλοις ὠφέλιμα καὶ εὐεργετικά (τιμῶσι γὰρ τοὺς εὐεργετοῦντας καὶ τοὺς ἀγαθούς), καὶ ὅσων ἀγαθῶν ἀπόλαυσις τοῖς πλησίον ἔστιν, οἷον πλοῦτος καὶ κάλλος μᾶλλον ὑγιείας.
[5]
φανερὸν
δὲ καὶ οἱ ζηλωτοὶ τίνες: οἱ γὰρ ταῦτα καὶ τὰ τοιαῦτα κεκτημένοι ζηλωτοί: ἔστι δὲ ταῦτα τὰ εἰρημένα, οἷον ἀνδρεία σοφία ἀρχή (οἱ γὰρ ἄρχοντες πολλοὺς δύνανται εὖ ποιεῖν), στρατηγοί, ῥήτορες, πάντες οἱ τὰ τοιαῦτα δυνάμενοι.
[6]
καὶ οἷς πολλοὶ ὅμοιοι βούλονται εἶναι, ἢ πολλοὶ γνώριμοι, ἢ φίλοι
πολλοί, ἢ οὓς πολλοὶ θαυμάζουσιν, ἢ οὓς αὐτοὶ θαυμάζουσιν.
[7]
καὶ ὧν ἔπαινοι καὶ ἐγκώμια λέγονται ἢ ὑπὸ ποιητῶν ἢ ὑπὸ λογογράφων. καταφρονοῦσιν δὲ τῶν ἐναντίων: ἐναντίον γὰρ ζήλῳ καταφρόνησίς ἐστι, καὶ τῷ ζηλοῦν τὸ καταφρονεῖν. ἀνάγκη δὲ τοὺς οὕτως ἔχοντας ὥστε ζηλῶσαί τινας ἢ ζηλοῦσθαι
καταφρονητικοὺς εἶναι τούτων τε καὶ ἐπὶ τούτοις ὅσοι τὰ ἐναντία κακὰ ἔχουσι τῶν ἀγαθῶν τῶν ζηλωτῶν: διὸ πολλάκις καταφρονοῦσιν τῶν εὐτυχούντων, ὅταν ἄνευ τῶν ἐντίμων ἀγαθῶν ὑπάρχῃ αὐτοῖς ἡ τύχη.
δι᾽ ὧν μὲν οὖν τὰ πάθη ἐγγίγνεται καὶ διαλύεται, ἐξ ὧν αἱ
πίστεις γίγνονται περὶ αὐτῶν, εἴρηται.
Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
chapter:
This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Table of Contents:
book 1
book 2
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ars Rhetorica. Aristotle. W. D. Ross. Oxford. Clarendon Press. 1959.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.