previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7. ἐπεφοίτα δὲ καὶ τοῖς θεάτροις συνεχῶς, ὥστε καὶ τὸν ὅμιλον ἀπ᾽ αὐτῶν ἀναρτᾶσθαι. συνεσίτει δὲ καὶ τοῖς δυνατωτάτοις ἁπλοϊζόμενος, 1 ὥστε αὐτοὺς ἔτι καὶ μᾶλλον προσεταιρίζεσθαι: τῶν τε ἀρχαίων συμβιωτῶν ἰσχυρῶς ἐμέμνητο, καὶ πάνυ αὐτοὺς ἐτίμα, οὐκ ἀπαξιῶν γνωρίζειν τινὰ αὐτῶν δοκεῖν, ὥσπερ ἕτεροι: πολλοὶ γὰρ ἐπὶ μέγα παραλόγως ἀρθέντες μισοῦσι τοὺς συνειδότας σφίσι τὴν ἐν τῷ πρὶν ταπεινότητα.” Xiph. 195, 17-24 R. St.[2] ὅτι Οὐιτέλλιος, Πρίσκου ἀντειπόντος τι αὐτῷ ἐν τῷ συνεδρίῳ καί τινα καὶ τῶν στρατιωτῶν καταδραμόντος, ἐπεκαλέσατο μὲν τοὺς δημάρχους ὡς καὶ τῆς παρ᾽ αὐτῶν ἐπικουρίας δεόμενος, οὔτε δὲ αὐτός τι κακὸν τὸν Πρίσκον ἠργάσατο οὔθ᾽ ὑπ᾽ ἐκείνων παθεῖν εἴασεν, ἀλλὰ καὶ ἔφη ὅτιμὴ ταράττεσθε, 2 πατέρες, μηδ᾽ ἀγανακτεῖτε, εἰ δύο ἄνδρες ἐξ ὑμῶν διηνέχθημέν τι πρὸς ἀλλήλους.’ καὶ τοῦτο μὲν 3 ἐξ ἐπιεικείας [3] πεποιηκέναι ἔδοξεν: ὅτι μέντοι τὸν Νέρωνα μιμεῖσθαι ἤθελε καὶ ἐνήγισεν αὐτῷ, 4 καὶ ὅτι τοσαῦτα ἐς τὰ δεῖπνα ἀνήλισκεν, οἱ μὲν ἄλλοι καὶ κατὰ τοῦτ᾽ ἔχαιρον, οἱ δὲ δὴ νοῦν ἔχοντες ἤχθοντο, εὖ ἐπιστάμενοι ὅτι οὐδὲ τὰ ἐξ ἁπάσης τῆς οἰκουμένης χρήματα ἀρκέσει.” Exc. Val. 269 (p. 701). “ ”

1 a(ploi+zo/menos H. Steph., a(plwizo/menos *wC.

2 tara/ttesqe Val., tara/ttesqai cod. Peir.

3 me\n supplied by Bk.

4 au)tw=| Bk., te au)tw=| cod. Peir.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: