previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

22.

ἦν δὲ καὶ τῷ λόγῳ θρασὺς καὶ καταπληκτικὸς πρὸς τοὺς ἀντιτείνοντας. Ἀργείοις μὲν γὰρ ἀμφιλογουμένοις περὶ γῆς ὅρων καὶ δικαιότερα τῶν Λακεδαιμονίων οἰομένοις λέγειν δείξας τὴν μάχαιραν, ‘ ταύτης,’ ἔφη, ‘κρατῶν βέλτιστα περὶ γῆς ὅρων διαλέγεται.’ Μεγαρέως δὲ ἀνδρὸς ἔν τινι συλλόγῳ παρρησίᾳ χρησαμένου πρὸς αὐτόν, ‘οἱ λόγοι σου,’ εἶπεν, ‘ ξένε, πόλεως δέονται.’ [2] τοὺς δὲ Βοιωτοὺς ἐπαμφοτερίζοντας ἠρώτα πότερον ὀρθοῖς τοῖς δόρασιν κεκλιμένοις διαπορεύηται τὴν χώραν αὐτῶν. ἐπεὶ δὲ τῶν Κορινθίων ἀφεστώτων παρερχόμενος πρὸς τὰ τείχη τοὺς Λακεδαιμονίους ἑώρα προσβάλλειν ὀκνοῦντας, καὶ λαγώς τις ὤφθη διαπηδῶν τὴν τάφρον, ‘οὐκ αἰσχύνεσθε,’ ἔφη, ‘τοιούτους φοβούμενοι πολεμίους, ὧν οἱ λαγωοὶ δι᾽ ἀργίαν τοῖς τείχεσιν ἐγκαθεύδουσιν;’ [3]

ἐπεὶ δὲ Ἆγις βασιλεὺς ἐτελεύτησεν ἀδελφὸν μὲν Ἀγησίλαον καταλιπών, υἱὸν δὲ νομιζόμενον Λεωτυχίδαν, ἐραστὴς τοῦ Ἀγησιλάου γεγονὼς Λύσανδρος ἔπεισεν αὐτὸν ἀντιλαμβάνεσθαι τῆς βασιλείας ὡς Ἡρακλείδην ὄντα γνήσιον. γὰρ Λεωτυχίδας διαβολὴν εἶχεν ἐξ Ἀλκιβιάδου γεγονέναι, συνόντος κρύφα τῇ Ἄγιδος γυναικὶ Τιμαίᾳ καθ᾽ ὃν χρόνον φεύγων ἐν Σπάρτῃ διέτριβεν. [4]

δὲ Ἆγις, ὥς φασι, χρόνου λογισμῷ τὸ πρᾶγμα συνελών, ὡς οὐ κυήσειεν ἐξ αὐτοῦ, παρημέλει μέλει τοῦ Λεωτυχίδου καὶ φανερὸς ἦν ἀναινόμενος αὐτὸν παρά γε τὸν λοιπὸν χρόνον. ἐπεὶ δὲ νοσῶν εἰς Ἡραίαν ἐκομίσθη καὶ τελευτᾶν ἔμελλε, τὰ μὲν ὑπ᾽ αὐτοῦ τοῦ νεανίσκου, τὰ δὲ ὑπὸ τῶν φίλων ἐκλιπαρηθεὶς ἐναντίον πολλῶν ἀπέφηνεν υἱὸν αὑτοῦ τὸν Λεωτυχίδαν, καὶ δεηθεὶς τῶν παρόντων ἐπιμαρτυρῆσαι ταῦτα πρὸς τοὺς Λακεδαιμονίους ἀπέθανεν. [5] οὗτοι μὲν οὖν ἐμαρτύρουν ταῦτα τῷ Λεωτυχίδᾳ: τὸν δ᾽ Ἀγησίλαον λαμπρὸν ὄντα τἆλλα καὶ συναγωνιστῇ τῷ Λυσάνδρῳ χρώμενον ἔβλαπτε Διοπείθης, ἀνὴρ εὐδόκιμος ἐπὶ χρησμολογίᾳ, τοιόνδε μάντευμα προφέρων εἰς τὴν χωλότητα τοῦ Ἀγησιλάου:

φράζεο δή, Σπάρτη, καίπερ μεγάλαυχος ἐοῦσα,
μὴ σέθεν ἀρτίποδος βλάστῃ χωλὴ βασιλεία.
δηρὸν γὰρ μόχθοι σε κατασχήσουσιν ἄελπτοι
φθισιβρότου τ᾽ ἐπὶ κῦμα κυλινδόμενον πολέμοιο.
[6] πολλῶν οὖν ὑποκατακλινομένων πρὸς τὸ λόγιον καὶ τρεπομένων πρὸς τὸν Λεωτυχίδαν, Λύσανδρος οὐκ ὀρθῶς ἔφη τὸν Διοπείθη τὴν μαντείαν ὑπολαμβάνειν: οὐ γὰρ ἂν προσπταίσας τις ἄρχῃ Λακεδαιμονίων, δυσχεραίνειν τὸν θεόν, ἀλλὰ χωλὴν εἶναι τὴν βασιλείαν εἰ νόθοι καὶ κακῶς γεγονότες βασιλεύσουσι σὺν1 Ἡρακλείδαις. τοιαῦτα λέγων καὶ δυνάμενος πλεῖστον ἔπεισε, καὶ γίνεται βασιλεὺς Ἀγησίλαος.

1 σὺν supplied by Sintenis alone.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: