previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐν τούτῳ δὲ Χοσρόης ἐπὶ Κολχίδα τὸν στρατὸν ἦγε, Λαζῶν αὐτὸν ἐπαγομένων ἐξ αἰτίας τοιᾶσδε. [2] Λαζοὶ τὰ μὲν πρῶτα γῆν τὴν Κολχίδα ᾤκουν, Ῥωμαίων κατήκοοι ὄντες, οὐ μέντοι ἐς φόρου ἀπαγωγήν, οὐδέ τι ἄλλο ἐπαγγέλλουσιν [p. 386] αὐτοῖς ἐπακούοντες, πλήν γε δὴ ὅτι ἐπειδὰν αὐτοῖς βασιλεὺς τελευτήσειε, ξύμβολα τῆς ἀρχῆς τῷ διαδεξομένῳ τὴν βασιλείαν Ῥωμαίων βασιλεὺς ἔπεμπε. [3] τὰ δὲ τῆς χώρας ὅρια ξὺν τοῖς ἀρχομένοις ἐς τὸ ἀκριβὲς διεφύλασσεν, ὅπως δὴ μὴ Οὖννοι πολέμιοι ἐξ ὄρους τοῦ Καυκάσου, ὁμόρου σφίσιν ὄντος, διὰ Λαζικῆς πορευόμενοι ἐσβάλλωσιν ἐς γῆν τὴν Ῥωμαίων. [4] ἐφύλασσον δὲ οὔτε αὐτοὶ χρήματα στρατιὰν πρὸς Ῥωμαίων δεχόμενοι οὔτε Ῥωμαίοις πη ξυστρατεύοντες, ἐπ̓ ἐμπορίᾳ δὲ τῇ κατὰ θάλασσαν πρὸς Ῥωμαίους ἀεὶ τοὺς ἐν πόντῳ ᾠκημένους ἐργαζόμενοι. [5] αὐτοὶ μὲν γὰρ οὔτε ἅλας οὔτε σῖτον οὔτε ἄλλο τι ἀγαθὸν ἔχουσι, δέρρεις δὲ καὶ βύρσας καὶ ἀνδράποδα παρεχόμενοι τὰ σφίσιν ἐπιτήδεια ἐκομίζοντο. [6] ἐπειδὴ δὲ τὰ ἀμφὶ Γουργένει τῷ Ἰβήρων βασιλεῖ γενέσθαι ξυνέπεσεν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, στρατιῶται Ῥωμαίων ἐπιχωριάζειν Λαζοῖς ἤρξαντο, οἷς δὴ οἱ βάρβαροι οὗτοι ἤχθοντο, καὶ πάντων μάλιστα Πέτρῳ τῷ στρατηγῷ, ἐπηρεάζειν τοῖς ἐντυγχάνουσιν εὐπετῶς ἔχοντι. [7] δὲ Πέτρος οὗτος ὥρμητο μὲν ἐξ Ἀρζανηνῆς, ἐκτὸς Νυμφίου ποταμοῦ ἐστι, Περσῶν κατήκοος ἐκ παλαιοῦ οὖσα, πρὸς Ἰουστίνου δὲ βασιλέως ἔτι παῖς ὢν ἠνδραπόδιστο, ἡνίκα Ἰουστῖνος μετὰ τὴν Ἀμίδης ἅλωσιν ξὺν τῷ Κέλερος στρατῷ ἐσέβαλλεν ἐς τὴν Περσῶν γῆν. φιλανθρωπίᾳ δὲ πολλῇ χρωμένου τοῦ κεκτημένου ἐς αὐτὸν ἐς γραμματιστοῦ ἐφοίτησε. [8] καὶ τὰ μὲν πρῶτα Ἰουστίνου γραμματεὺς γέγονεν, ἐπεὶ δὲ Ἀναστασίου τετελευτηκότος Ἰουστῖνος τὴν βασιλείαν [p. 388] παρέλαβε Ῥωμαίων, Πέτρος στρατηγὸς γεγονὼς ἔς τε φιλοχρηματίαν εἴπερ τις ἄλλος ἐξώκειλε καὶ ἀβελτερίᾳ πολλῇ ἐς ἅπαντας ἐχρῆτο. [9] Ὕστερον δὲ βασιλεὺς Ἰουστινιανὸς ἄλλους τε ἐς Λαζικὴν ἄρχοντας ἔπεμψε καὶ Ἰωάννην ὃν Τζίβον ἐκάλουν, ἄνδρα ἐξ ἀφανῶν μὲν καὶ ἀδόξων ἀρχὴν γεγονότα, ἐς στρατηγίαν δὲ ἀναβεβηκότα κατ̓ ἄλλο οὐδὲν ὅτι πονηρότατός τε ἦν ἀνθρώπων ἁπάντων καὶ πόρους χρημάτων ἀδίκους ἱκανώτατος ἐξευρεῖν. ὃς δὴ ἅπαντα ἔσφηλέ τε καὶ συνετάραξε τὰ Ῥωμαίων τε καὶ Λαζῶν πράγματα. [10] οὗτος καὶ βασιλέα Ἰουστινιανὸν πόλιν ἀνέπεισεν ἐπιθαλασσίαν, Πέτραν ὄνομα, ἐν Λαζοῖς δείμασθαι: ἐνταῦθά τε ὥσπερ ἐν ἀκροπόλει καθήμενος ἦγέ τε καὶ ἔφερε τὰ Λαζῶν πράγματα. [11] τούς τε γὰρ ἅλας καὶ ὅσα ἄλλα φορτία Λαζοῖς ἀναγκαῖα ἐδόκει εἶναι, οὐκέτι φέρειν ἐς γῆν τὴν Κολχίδα τοῖς ἐμπόροις ἐξῆν, ἄλλοθι ἐνθένδε ὠνεῖσθαι, ἀλλ̓ ἐν Πέτρᾳ ξυστησάμενος τὸ δὴ καλούμενον μονοπώλιον αὐτὸς κάπηλός τε καὶ ξυμπάσης τῆς περὶ ταῦτα ἐργασίας ἐπιστάτης ἐγίγνετο, ἅπαντα ὠνούμενός τε καὶ ἀποδιδόμενος Κόλχοις, οὐχ ᾗπερ εἴθιστο, ἀλλ̓ ᾗπερ ἐξῆν. [12] ἅμα δὲ καὶ ἄλλως οἱ βάρβαροι ἤχθοντο ἐπιχωριάζοντι αὐτοῖς οὐκ εἰωθὸς πρότερον τῷ Ῥωμαίων στρατῷ. δὴ οὐκέτι φέρειν οἷοί τε ὄντες Πέρσαις τε καὶ Χοσρόῃ προσχωρεῖν ἔγνωσαν, [p. 390] πρέσβεις τε αὐτίκα τοὺς ταῦτα διαπραξομένους κρύφα Ῥωμαίων παῤ αὐτοὺς ἔπεμψαν. [13] οἷς δὴ εἴρητο τὰ πιστὰ πρὸς Χοσρόου λαβοῦσιν ὅτι γε οὔποτε Λαζοὺς ἄκοντας ἐκδώσει Ῥωμαίοις, οὕτω δὴ αὐτὸν ξὺν τῷ Περσῶν στρατῷ ἐς τὴν χώραν ἐπαγαγέσθαι. [14] Ἀφικόμενοι τοίνυν ἐς Πέρσας οἱ πρέσβεις καὶ Χοσρόῃ λάθρα ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδεΕἴ τινας καὶ ἄλλους ἐκ τοῦ παντὸς χρόνου τῶν μὲν οἰκείων ἀποστάντας ὅντινα δὴ τρόπον, ἀνδράσι δὲ τὸ παράπαν ἀγνῶσι προσκεχωρηκότας οὐ δέον αὖθις εὖ ποιοῦσα τύχη ὡς μάλιστα ἀσμένους ἐπὶ τοὺς πρὶν ἐπανήγαγεν ἐπιτηδείους, τοιούτους δή τινας καὶ Λαζούς, μέγιστε βασιλεῦ, [15] νόμιζε εἶναι. Κόλχοι γὰρ Πέρσαις σύμμαχοι τὸ ἀνέκαθεν ὄντες πολλά τε εἰργάσαντο αὐτοὺς ἀγαθὰ καὶ αὐτοὶ ἔπαθον: ὧν δὴ ἐν γράμμασι μνημεῖα πολλὰ ἡμεῖς τε ἔχομεν κἀν τοῖς βασιλείοις τοῖς σοῖς ἐς τὸ παρὸν διασώζεται. [16] χρόνῳ δὲ ὕστερον τοῖς ἡμετέροις προγόνοις τετύχηκεν εἴτε παῤ ὑμῶν ἀμεληθεῖσιν εἴτε ἄλλου του ἕνεκα ῾οὐ γὰρ ἔχομέν τι σαφὲς περὶ τούτων εἰδέναἰ Ῥωμαίοις ἐνσπόνδοις γενέσθαι. [17] καὶ νῦν ἡμεῖς τε καὶ Λαζικῆς βασιλεὺς δίδομεν Πέρσαις ἡμᾶς τε αὐτοὺς καὶ γῆν τὴν ἡμετέραν τι βούλοισθε χρῆσθαι. [18] δεόμεθα δὲ ὑμῶν οὑτωσὶ σκοπεῖσθαι περὶ ἡμῶν: εἰ μὲν οὐδὲν πρὸς Ῥωμαίων πεπονθότες δεινόν, ἀλλ̓ ἀγνωμοσύνῃ ἐχόμενοι κεχωρήκαμεν εἰς ὑμᾶς, τήνδε ἡμῶν εὐθὺς ἀποσείσασθε τὴν ἱκετείαν, οὐδὲ ὑμῖν ποτε πιστοὺς [p. 392] ἔσεσθαι Κόλχους οἰόμενοι ῾φιλίας γὰρ διαλελυμένης τρόπος τῆς μετ̓ ἐκείνην πρὸς ἑτέρους καθισταμένης ἔλεγχος γίγνεταἰ: [19] εἰ δὲ λόγῳ μὲν φίλοι Ῥωμαίων, ἔργῳ δὲ ἀνδράποδα γεγονότες πιστά, ἔργα πεπόνθαμεν πρὸς τῶν ἐφ̓ ἡμῖν τετυραννηκότων ἀνόσια, δέξασθε μὲν ἡμᾶς τοὺς πρόσθε ξυμμάχους, κτήσασθε δὲ δούλους οἷς φίλοις ἐχρῆσθε, μισήσατε δὲ τυραννίδα πικρὰν οὕτως ἡμῖν ἐν γειτόνων ἐγηγερμένην, τῆς δικαιοσύνης ἄξια πράσσοντες ἣν περιστέλλειν ἀεὶ πάτριον Πέρσαις. [20] οὐ γὰρ μηδὲν αὐτὸς ἀδικῶν δίκαιος, εἰ μὴ καὶ τοὺς ὑφ̓ ἑτέρων ἀδικουμένους ἔχων ἐν ἐξουσίᾳ ῥύεσθαι πέφυκεν. [21] ἔνια δὲ εἰπεῖν ὧν τετολμήκασιν οἱ κατάρατοι Ῥωμαῖοι καθ̓ ἡμῶν ἄξιον. τῷ μὲν γὰρ ἡμετέρῳ βασιλεῖ τὸ σχῆμα μόνον τῆς βασιλείας ἀπολιπόντες, αὐτοὶ τὴν ἐξουσίαν ἐπὶ τῶν ἔργων ἀφῄρηνται, καὶ κάθηται βασιλεὺς ἐν ὑπηρέτου μοίρα, τὸν ἐπιτάττοντα στρατηγὸν δεδιώς: [22] στρατιᾶς δὲ ἡμῖν ἐπέστησαν πλῆθος, οὐχ ὅπως τὴν χώραν ἀπὸ τῶν ἐνοχλούντων φρουρήσουσιν ῾οὐ γὰρ οὐδέ τις τῶν ὁμόρων ἡμᾶς πλήν γε δὴ Ῥωμαίων ἠνώχλησεν̓, ἀλλ̓ ὅπως ἡμᾶς ὥσπερ ἐν δεσμωτηρίῳ καθείρξαντες κύριοι τῶν ἡμετέρων γενήσονται. [23] λογισάμενοι δὲ συντομωτέραν ποιήσασθαι τὴν τῶν ἡμῖν ὑπαρχόντων ἀφαίρεσιν, ὅρα, βασιλεῦ, [24] ἐς ὁποίαν τινὰ ἔννοιαν ἦλθον: τῶν ἐπιτηδείων μὲν περιττὰ παῤ ἐκείνοις εἶναι τετύχηκεν, ἀναγκάζουσιν οὐχ ἑκόντας ὠνεῖσθαι Λαζούς, ὅσα [p. 394] δὲ αὐτοῖς χρησιμώτατα φέρειν Λαζικὴ πέφυκεν, οἵδε ἀξιοῦσι δῆθεν τῷ λόγῳ παῤ ἡμῶν πρίασθαι, τιμῆς ἑκατέρωθι γνώμῃ τῶν κρατούντων ὁριζομένης. [25] οὕτω τε ξὺν τοῖς ἀναγκαίοις ἅπαν ἀφαιροῦνται τὸ χρυσίον ἡμᾶς, ὀνόματι μὲν τῷ τῆς ἐμπορίας εὐπρεπεῖ χρώμενοι, ἔργῳ δὲ ἡμᾶς ὡς ἔνι μάλιστα βιαζόμενοι. ἐφέστηκέ τε ἡμῖν ἄρχων κάπηλος, τὴν ἡμετέραν ἀπορίαν ἐργασίαν τινὰ τῇ τῆς ἀρχῆς ἐξουσίᾳ πεποιημένος. [26] μὲν οὖν τῆς ἀποστάσεως αἰτία τοιαύτη τις οὖσα τὸ δίκαιον ἐφ̓ ἑαυτῆς ἔχει: ὅσα δὲ ὑμῖν αὐτοῖς ξύμφορα ἔσται δεχομένοις τὴν Λαζῶν δέησιν αὐτίκα ἐροῦμεν. [27] τῇ Περσῶν ἀρχῇ βασιλείαν ἀρχαιοτάτην προσθήσετε, μηκυνόμενόν τε ἀπ̓ αὐτῆς ἕξετε τὸ τῆς ἡγεμονίας ἀξίωμα, μετεῖναι δὲ τῆς Ῥωμαίων θαλάσσης ὑμῖν διὰ τῆς ἡμετέρας ξυμβήσεται χώρας, ἐν πλοῖά σοι, βασιλεῦ, ναυπηγουμένῳ βατὸν οὐδενὶ πόνῳ τὸ ἐν Βυζαντίῳ παλάτιον ἔσται. μεταξὺ γὰρ ἐναντίωμα οὐδέν ἐστι. [28] προσθείη δ̓ ἄν τις ὡς καὶ ληίζεσθαι τοὺς ὁμόρους βαρβάρους τὴν Ῥωμαίων γῆν ἀνὰ πᾶν ἔτος ἐφ̓ ὑμῖν κείσεται. [29] ὄρεσι γὰρ τοῖς Καυκασίοις ἐπιτείχισμα μέχρι τοῦδε γεγονέναι τὴν Λαζῶν χώραν πάντως που καὶ ὑμεῖς ξυνεπίστασθε. [30] ἡγουμένου τοίνυν τοῦ δικαίου, προσόντος δὲ τοῦ ξυμφέροντος, τὸ μὴ οὐχὶ τοὺς λόγους προσέσθαι οὐδεμιᾶς ἂν εὐβουλίας οἰόμεθα εἶναι.’ τοσαῦτα μὲν οἱ πρέσβεις εἶπον. [31] Χοσρόης δὲ τοῖς λόγοις ἡσθεὶς ἀμύνειν τε [p. 396] Λαζοῖς ὡμολόγησε καὶ τῶν πρέσβεων ἐπυνθάνετο εἴ οἱ στρατῷ μεγάλῳ ἐς γῆν τὴν Κολχίδα ἰέναι δυνατὰ εἴη. [32] πολλῶν γὰρ ἀπαγγελλόντων ἔφασκεν ἀκηκοέναι τὰ πρότερα δύσοδον ἐπιεικῶς καὶ ἀνδρὶ εὐζώνῳ τὴν χώραν εἶναι, κρημνώδη τε ὑπερφυῶς οὖσαν καὶ δένδροις συχνοῖς τε καὶ ἀμφιλαφέσιν ἐπὶ μακρότατον συνεχομένην. [33] οἱ δέ οἱ ἰσχυρίζοντο παντὶ τῷ Περσῶν στρατῷ τὴν ἐκείνῃ ὁδὸν εὐπετῆ ἔσεσθαι, τέμνουσι μὲν τὰ δένδρα, ἐς δὲ τῶν κρημνῶν τὰς δυσχωρίας αὐτὰ ἐμβαλλομένοις. [34] καὶ αὐτοὶ ὡμολόγουν τῆς τε ὁδοῦ ἡγεμόνες καὶ τοῦ ἔργου τούτου Πέρσαις ἔσεσθαι πρόπονοι. [35] ταύτῃ Χοσρόης ἐπηρμένος τῇ ὑποθήκῃ στρατιάν τε πολλὴν ἤγειρε καὶ τὰ ἐς τὴν ἔφοδον ἐξηρτύετο, οὔτε τὸ βούλευμα ἐς Πέρσας ἐξενεγκών, πλήν γε δὴ οἷς τὰ ἀπόρρητα κοινολογεῖσθαι μόνοις εἰώθει, καὶ τοῖς πρέσβεσιν ἐπαγγείλας ὅπως τὰ πρασσόμενα μηδενὶ φράσωσιν, ἀλλ̓ ἐς Ἰβηρίαν τῷ λόγῳ ἐστέλλετο, ὡς τὰ τῇδε καταστησόμενος πράγματα: ἔθνος γὰρ Οὐννικὸν ἐνταῦθά πη ἐπισκῆψαι τῇ Περσῶν ἀρχῇ ἐπεφήμιζεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: