previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τούτου τοῦ πάθους χρόνῳ τινὶ πρότερον τέρας θεὸς ἐνδειξάμενος τοῖς ταύτῃ ᾠκημένοις ἐσήμηνε τὰ ἐσόμενα. τῶν γὰρ στρατιωτῶν, οἵπερ ἐνταῦθα ἐκ παλαιοῦ ἵδρυνται, τὰ σημεῖα πρότερον ἑστῶτα πρὸς δύοντά που τὸν ἥλιον, ἀπὸ ταὐτομάτου στραφέντα πρὸς ἀνίσχοντα ἥλιον ἔστησαν, ἐς τάξιν τε αὖθις ἐπανῆκον τὴν προτέραν οὐδενὸς ἁψαμένου. [2] ταῦτα οἱ στρατιῶται ἄλλοις τε πολλοῖς ἄγχιστά πη παροῦσι καὶ τῷ χορηγῷ τῆς τοῦ στρατοπέδου δαπάνης ἔδειξαν, ἔτι τῶν σημείων κραδαινομένων. ἦν δὲ οὗτος ἀνήρ, Τατιανὸς ὄνομα, ξυνετὸς μάλιστα, ἐκ Μοψουεστίας ὁρμώμενος. [3] ἀλλ̓ οὐδ̓ ὣς ἔγνωσαν οἱ τὸ τέρας τοῦτο ἰδόντες ὡς δὴ ἐκ βασιλέως τοῦ ἑσπερίου ἐπὶ τὸν ἑῷον τὸ τοῦ χωρίου ἀφίξεται κράτος, ὅπως δηλαδὴ διαφυγεῖν μηδεμιᾷ μηχανῇ δύνωνται οὕσπερ ἔδει ταῦτα ἅπερ ξυνηνέχθη παθεῖν. [4] Ἐγὼ δὲ ἰλιγγιῶ πάθος τοσοῦτον γράφων τε καὶ παραπέμπων ἐς μνήμην τῷ μέλλοντι χρόνῳ, [p. 344] καὶ οὐκ ἔχω εἰδέναι τί ποτε ἄρα βουλομένῳ τῷ θεῷ εἴη πράγματα μὲν ἀνδρὸς χωρίου του ἐπαίρειν εἰς ὕψος, αὖθις δὲ ῥιπτεῖν τε αὐτὰ καὶ ἀφανίζειν ἐξ οὐδεμιᾶς ἡμῖν φαινομένης αἰτίας. [5] αὐτῷ γὰρ οὐ θέμις εἰπεῖν μὴ οὐχὶ ἅπαντα κατὰ λόγον ἀεὶ γίγνεσθαι, ὃς δὴ καὶ Ἀντιόχειαν τότε ὑπέστη ἐς τὸ ἔδαφος πρὸς ἀνδρὸς ἀνοσιωτάτου καταφερομένην ἰδεῖν, ἧς τό τε κάλλος καὶ τὸ ἐς ἅπαντα μεγαλοπρεπὲς οὐδὲ νῦν ἀποκρύπτεσθαι παντάπασιν ἔσχεν. [6] μὲν οὖν ἐκκλησία καθαιρεθείσης τῆς πόλεως ἐλείφθη μόνη, πόνῳ τε καὶ προνοίᾳ Περσῶν οἷς τὸ ἔργον ἐπέκειτο τοῦτο. [7] ἐλείφθησαν δὲ καὶ ἀμφὶ τὸ λεγόμενον Κεραταῖον οἰκίαι πολλαί, οὐκ ἐκ προνοίας ἀνθρώπων τινός, ἀλλ̓ ἐπεὶ ἔκειντό που πρὸς ἐσχάτοις τῆς πόλεως, ἑτέρας αὐταῖς οὐδεμιᾶς τινος οἰκοδομίας ξυναπτομένης, τὸ πῦρ ἐς αὐτὰς ἐξικνεῖσθαι οὐδαμῆ ἴσχυσεν. [8] ἐνέπρησάν τε καὶ τὰ ἐκτὸς τοῦ περιβόλου οἱ βάρβαροι, πλὴν τοῦ ἱεροῦ ὅπερ Ἰουλιανῷ ἀνεῖται ἁγίῳ, καὶ τῶν οἰκιῶν αἳ δὴ ἀμφὶ τὸ ἱερὸν τοῦτο τυγχάνουσιν οὖσαι. [9] τοὺς γὰρ πρέσβεις ἐνταῦθα καταλῦσαι ξυνέπεσε. τοῦ μέντοι περιβόλου παντάπασιν ἀπέσχοντο Πέρσαι. [10] Ὀλίγῳ δὲ ὕστερον ἥκοντες αὖθις παρὰ τὸν Χοσρόην οἱ πρέσβεις ἔλεξαν ὧδε, ‘Εἰ μὴ πρὸς παρόντα σέ, βασιλεῦ, οἱ λόγοι ἐγίνοντο, οὐκ ἄν ποτε ᾠόμεθα Χοσρόην τὸν Καβάδου ἐς γῆν τὴν Ῥωμαίων ἐν ὅπλοις ἥκειν, ἀτιμάσαντα μὲν τοὺς διομωμοσμένους σοι ἔναγχος ὅρκους, τῶν ἐν ἀνθρώποις ἁπάντων ὕστατόν τε καὶ ὀχυρώτατον [p. 346] εἶναι δοκεῖ τῆς ἐς ἀλλήλους πίστεώς τε καὶ ἀληθείας ἐνέχυρον, διαλύσαντα δὲ τὰς σπονδάς, ὧν ἐλπὶς ἀπολέλειπται μόνη τοῖς διὰ τὴν ἐν πολέμῳ κακοπραγίαν οὐκ ἐν τῷ ἀσφαλεῖ βιοτεύουσιν. [11] οὐ γὰρ ἄλλο οὐδὲν τὸ τοιοῦτον εἴποι τις ἂν εἶναι τῶν ἀνθρώπων τὴν δίαιταν ἐς τὴν τῶν θηρίων μεταβεβλῆσθαι. [12] ἐν γὰρ τῷ μηδαμῆ σπένδεσθαι τὸ πολεμεῖν ἀπέραντα λελείψεται πάντως, πόλεμος δὲ πέρας οὐκ ἔχων ἐξοικίζειν τῆς φύσεως τοὺς αὐτῷ χρωμένους ἐς ἀεὶ πέφυκε. [13] τί δὲ καὶ βουλόμενος πρὸς τὸν σὸν ἀδελφὸν ὀλίγῳ πρότερον γέγραφας ὡς αὐτὸς εἴη τοῦ λελύσθαι τὰς σπονδὰς αἴτιος; δῆλον ὅτι ὁμολογῶν κακόν τι παμμέγεθες εἶναι τὴν τῶν σπονδῶν λύσιν; [14] εἰ μὲν οὖν ἐκεῖνος οὐδὲν ἥμαρτεν, οὐ δικαίως τανῦν ἐφ̓ ἡμᾶς ἥκεις: εἰ δέ τι τοιοῦτόν τ̓ ἀδελφῷ τῷ σῷ εἰργάσθαι ξυμβαίνει, ἀλλὰ καὶ σοὶ μέχρι τούτου γε καὶ μὴ περαιτέρω διαπεπράχθω τὸ ἔγκλημα, ὅπως αὐτὸς κρείσσων εἶναι δοκῇς. γὰρ ἐν τοῖς κακοῖς ἐλασσούμενος, [15] οὗτος ἂν ἐν τοῖς ἀμείνοσι νικῴη δικαίως. καίτοι ἡμεῖς ἐξεπιστάμεθα Ἰουστινιανὸν βασιλέα μηδεπώποτε τῆς εἰρήνης ἀπ̓ ἐναντίας ἐληλυθέναι, καὶ σοῦ δεόμεθα μὴ τοιαῦτα ἐργάσασθαι Ῥωμαίους κακά, ἐξ ὧν Πέρσαις μὲν ὄνησις οὐδεμία ἔσται, σὺ δὲ τοῦτο κερδανεῖς μόνον, ἀνήκεστα ἔργα τοὺς ἄρτι σοι σπεισαμένους οὐ δέον εἰργάσθαι.’ οἱ μὲν πρέσβεις τοσαῦτα εἶπον. [16] Χοσρόης δὲ ταῦτα ἀκούσας ἰσχυρίζετο μὲν τὰς σπονδὰς πρὸς Ἰουστινιανοῦ βασιλέως λελύσθαι: [p. 348] καὶ τὰς αἰτίας κατέλεγεν ἅσπερ ἐκεῖνος παρέσχετο, τὰς μέν τινας καὶ λόγου ἀξίας, τὰς δὲ φαύλας τε καὶ οὐδενὶ λόγῳ ξυμπεπλασμένας: μάλιστα δὲ αὐτοῦ τὰς ἐπιστολὰς τοῦ πολέμου αἰτιωτάτας ἠξίου δεικνύναι πρός τε Ἀλαμούνδαρον καὶ Οὔννους αὐτῷ γεγραμμένας, καθάπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη. [17] ἄνδρα μέντοι Ῥωμαῖον ἐς τὴν Περσῶν γῆν ἐσβεβληκέναι πολέμια ἔργα ἐνδείξασθαι οὔτε λέγειν εἶχεν οὔτε δεικνύναι. [18] οἱ μέντοι πρέσβεις πὴ μὲν τὰς αἰτίας οὐκ ἐς Ἰουστινιανὸν ἀνέφερον, ἀλλ̓ ἐς τῶν ὑπουργηκότων τινάς, πὴ δὲ ὡς οὐχ οὕτω γεγονότων ἐπελαμβάνοντο τῶν εἰρημένων. [19] τέλος δὲ χρήματα μέν οἱ πολλὰ Χοσρόης ἠξίου διδόναι Ῥωμαίους, παρῄνει δὲ μὴ τὰ χρήματα ἐν τῷ παραυτίκα μόνον παρεχομένους τὴν εἰρήνην ἐθέλειν ἐς τὸν πάντα αἰῶνα κρατύνασθαι. [20] τὴν γὰρ ἐπὶ χρήμασι γινομένην ἀνθρώποις φιλίαν ἀναλισκομένοις ἐκ τοῦ ἐπὶ πλεῖστον ξυνδαπανᾶσθαι τοῖς χρήμασι. [21] δεῖν τοίνυν Ῥωμαίους τακτόν τι φέρειν ἐπέτειον Πέρσαις. ‘Οὕτω γὰρ αὐτοῖς,’ ἔφη, ‘τὴν εἰρήνην Πέρσαι βέβαιον ἕξουσι, τάς τε Κασπίας αὐτοὶ φυλάσσοντες πύλας καὶ οὐκέτι αὐτοῖς ἀχθόμενοι διὰ πόλιν Δάρας, ὑπὲρ ὧν ἔμμισθοι καὶ αὐτοὶ ἐς ἀεὶ ἔσονται.’ ‘Οὐκοῦν,’ οἱ πρέσβεις ἔφασαν, [22]ὑποτελεῖς Πέρσαι βούλονται Ῥωμαίους ἐς φόρου ἀπαγωγὴν ἔχειν.’ ‘Οὔκ, [23] ἀλλὰ στρατιώτας οἰκείους,’ Χοσρόης εἶπεν, ‘ἕξουσι τὸ λοιπὸν Πέρσας Ῥωμαῖοι, μισθὸν τῆς ὑπουργίας αὐτοῖς χορηγοῦντες ῥητόν: ἐπεὶ καὶ Οὔννων τισὶ [p. 350] καὶ Σαρακηνοῖς ἐπέτειον χορηγεῖτε χρυσόν, οὐ φόρου αὐτοῖς ὑποτελεῖς ὄντες, ἀλλ̓ ὅπως ἀδῄωτον γῆν τὴν ὑμετέραν φυλάξωσιν ἐς τὸν πάντα [24] αἰῶνα.’ τοιαῦτα Χοσρόης τε καὶ οἱ πρέσβεις πολλὰ πρὸς ἀλλήλους διαλεχθέντες, ξυνέβησαν ὕστερον ἐφ̓ Χοσρόην ἐν μὲν τῷ παραυτίκα κεντηνάρια πεντήκοντα πρὸς Ῥωμαίων λαβόντα, πέντε δὲ ἄλλων φερόμενον ἐπέτειον ἐς τὸν πάντα αἰῶνα δασμόν, μηδὲν αὐτοὺς ἐργάσασθαι περαιτέρω κακόν, ἀλλ̓ αὐτὸν μὲν ὁμήρους ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ παρὰ τῶν πρέσβεων κεκομισμένον τὴν ἀποπορείαν παντὶ τῷ στρατῷ ἐς τὰ πάτρια ἤθη ποιήσασθαι, ἐνταῦθα δὲ πρέσβεις παρὰ βασιλέως Ἰουστινιανοῦ στελλομένους τὰς ἀμφὶ τῇ εἰρήνῃ ξυνθήκας ἐν βεβαίῳ τὸ λοιπὸν θέσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: