previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Συνέβη δέ τι τοιόνδε. Διονύσιος ἐνδιέτριβε τὁ̣̣̓ [p. 38] χωρίοις, προφάσεσι μὲν ἄλλοτε ἄλλαις, τὸ δὲ δὴ ἀληθές, οὔτε ἀπαλλαγῆναι τῆς Καλλιρρόης δυνάμενος οὔτε ἐπάγεσθαι θέλων αὐτήν: ἔμελλε γὰρ περιβόητος ὀφθεῖσα ἔσεσθαι καὶ τὸ κάλλος ὅλην τὴν Ἰωνίαν δουλαγωγήσειν, ἀναβήσεσθαί τε τὴν φήμην καὶ μέχρι τοῦ μεγάλου βασιλέως. [2] Ἐν δὲ τῇ μονῇ πολυπραγμονῶν ἀκριβέστερον τὰ περὶ τὴν κτῆσιν, ἐμέμψατό που καὶ τὰ περὶ τὸν οἰκονόμον Φωκᾶν: τὸ δὲ τῆς μέμψεως οὐ περαιτέρω προῆλθεν, ἀλλὰ μέχρι ῥημάτων. Εὗρε δὲ καιρὸν Πλαγγών, καὶ περίφοβος εἰσέδραμε πρὸς τὴν Καλλιρρόην, σπαράσσουσα τὴν κόμην ἑαυτῆς: λαβομένη δὲ τῶν γονάτων αὐτῆςδέομαί σουφησίν, ‘κυρία, σῶσον ἡμᾶς: τῷ γὰρ ἀνδρί μου χαλεπαίνει Διονύσιος: φύσει δέ ἐστι βαρύθυμος, ὥσπερ καὶ φιλάνθρωπος. [3] Οὐδεὶς ἂν ῥύσαιτο ἡμᾶς μόνη σύ: παρέξει γάρ σοι Διονύσιος ἡδέως αἰτουμένῃ χάριν πρώτην.’ Ὤκνει μὲν οὖν Καλλιρρόη βαδίσαι πρὸς αὐτόν, λιπαρούσης δὲ καὶ δεομένης ἀντειπεῖν οὐκ ἐδυνήθη, προηνεχυριασμένη ταῖς εὐεργεσίαις ὑπ̓ αὐτῆς. Ἵν̓ οὖν μὴ ἀχάριστος δοκῇκἀγὼ μὲνφησὶνεἰμὶ δούλη καὶ οὐδεμίαν ἔχω παρρησίαν, εἰ δὲ ὑπολαμβάνεις δυνήσεσθαί τι κἀμέ, συνικετεύειν ἑτοίμη: γένοιτο δὲ ἡμᾶς τυχεῖν.’ Ἐπεὶ δὲ ἦλθον, [4] ἐκέλευσεν Πλαγγὼν τὸν ἐπὶ ταῖς θύραις εἰσαγγεῖλαι πρὸς τὸν δεσπότην ὅτι Καλλιρρόη πάρεστιν. Ἐτύγχανε δὲ Διονύσιος ἐρριμμένος ὑπὸ λύπης, ἐτετήκει δὲ αὐτῷ καὶ τὸ σῶμα. Ἀκούσας οὖν ὅτι Καλλιρρόη πάρεστιν, ἄφωνος ἐγένετο, καί τις ἀχλὺς αὐτοῦ κατεχύθη πρὸς τὸ ἀνέλπιστον, μόλις δὲ ἀνενεγκὼνἡκέτωφησί. [5] Στᾶσα δὲ Καλλιρρόη πλησίον καὶ κάτω κύψασα πρῶτον μὲν ἐρυθήματος ἐνεπλήσθη, μόλις δ̓ ὅμως ἐφθέγξατοἐγὼ Πλαγγόνι ταύτῃ χάριν ἐπίσταμαι: [p. 39] φιλεῖ γάρ με ὡς θυγατέρα. Δέομαι δή σου, κύριε, μὴ ὀργίζου τῷ ἀνδρὶ αὐτῆς, ἀλλὰ χάρισαι τὴν σωτηρίαν.’ [6] Ἔτι δὲ βουλομένη λέγειν οὐκ ἐδυνήθη. Συνεὶς οὖν Διονύσιος τὸ στρατήγημα τῆς Πλαγγόνοςὀργίζομαι μὲνεἶπε, ‘καὶ οὐδεὶς ἂν ἀνθρώπων ἐρρύσατο μὴ ἀπολέσθαι Φωκᾶν καὶ τὴν Πλαγγόνα τοιαῦτα πεπραχότας: χαρίζομαι δὲ αὐτοὺς ἡδέως σοί, καὶ γινώσκετε ὑμεῖς ὅτι διὰ Καλλιρρόην ἐσώθητε.’ Προσέπεσεν αὐτοῦ τοῖς γόνασιν Πλαγγών, καὶ Διονύσιος ἔφητοῖς Καλλιρρόης προσπίπτετε γόνασιν, [7] αὕτη γὰρ ὑμᾶς ἔσωσεν.’ Ἐπεὶ δὲ Πλαγγὼν ἐθεάσατο τὴν Καλλιρρόην χαίρουσαν καὶ σφόδρα ἡδομένην ἐπὶ τῇ δωρεᾷσὺ οὖνεἶπεχάριν ὁμολόγησον ὑπὲρ ἡμῶν Διονυσίῳκαὶ ἅμα ὤθησεν αὐτήν. δὲ τρόπον τινὰ καταπεσοῦσα περιέπεσε τῇ δεξιᾷ τοῦ Διονυσίου, κἀκεῖνος, ὡς δῆθεν ἀπαξιῶν τὴν χεῖρα δοῦναι, προσαγόμενος αὐτὴν κατεφίλησεν, εἶτα εὐθὺς ἀφῆκε, μὴ καί τις ὑποψία γένηται τῆς τέχνης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: