previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Καὶ μὲν ἀπῄει πεπεισμένη μηδὲν ἄκουσα δύνασθαι παθεῖν, δὲ Διονύσιος λυπούμενος ἧκεν εἰς οἶκον τὸν ἴδιον καὶ μόνον καλέσας Λεωνᾶνκατὰ πάνταφησὶνἐγὼ δυστυχής εἰμι καὶ μισούμενος ὑπὸ τοῦ Ἔρωτος. Τὴν μὲν γαμετὴν ἔθαψα, φεύγει δὲ νεώνητος, ἣν ἤλπιζον ἐξ Ἀφροδίτης εἶναί μοι τὸ δῶρον, καὶ ἀνέπλαττον ἐμαυτῷ βίον μακάριον ὑπὲρ Μενέλεων τὸν τῆς Λακεδαιμονίας γυναικός: οὐδὲ γὰρ τὴν Ἑλένην εὔμορφον οὕτως ὑπολαμβάνω γεγονέναι. [2] Πρόσεστι δὲ αὐτῇ καὶ τῶν λόγων πειθώ. Βεβίωταί [p. 37] μοι. Τῆς αὐτῆς ἡμέρας ἀπαλλαγήσεται Καλλιρρόη μὲν ἐντεῦθεν, ἐγὼ δὲ τοῦ ζῆν.’ Πρὸς τοῦτο ἀνέκραγεν Λεωνᾶςμὴ σύ γε, δέσποτα, μὴ καταράσῃ σεαυτῷ: κύριος γὰρ εἶ καὶ ἐξουσίαν ἔχεις αὐτῆς, ὥστε καὶ ἑκοῦσα καὶ ἄκουσα ποιήσει τὸ σοὶ δοκοῦν: [3] ταλάντου γὰρ αὐτὴν ἐπριάμην.’ ‘Ἐπρίω σύ, τρισάθλιε, τὴν εὐγενῆ; οὐκ ἀκούεις Ἑρμοκράτην τὸν στρατηγὸν τῆς ὅλης Σικελίας ἐγκεχαραγμένον μεγάλως, ὃν βασιλεὺς Περσῶν θαυμάζει καὶ φιλεῖ, πέμπει δὲ αὐτῷ κατ̓ ἔτος δωρεάς, ὅτι Ἀθηναίους κατεναυμάχησε τοὺς Περσῶν πολεμίους; ἐγὼ τυραννήσω σώματος ἐλευθέρου, καὶ Διονύσιος ἐπὶ σωφροσύνῃ περιβόητος ἄκουσαν ὑβριῶ, ἣν οὐκ ἂν ὕβρισεν οὐδὲ Θήρων λῃστής;’ [4] Ταῦτα μὲν οὖν εἶπε πρὸς τὸν Λεωνᾶν, οὐ μὴν οὐδ̓ ἀπεγίνωσκε πείσειν ῾φύσει γὰρ εὔελπίς ἐστιν ἔρως᾿, ἐθάρρει δὲ τῇ θεραπείᾳ κατεργάσασθαι τὴν ἐπιθυμίαν. Καλέσας οὖν τὴν Πλαγγόναδέδωκάς μοιφησὶνἤδη πεῖραν ἱκανὴν τῆς ἐπιμελείας. Ἐγχειρίζω δέ σοι τὸ μέγιστον καὶ τιμιώτατόν μου τῶν κτημάτων, τὴν ξένην. Βούλομαι δὲ αὐτὴν μηδενὸς σπανίζειν, ἀλλὰ προϊέναι μέχρι τρυφῆς. [5] Κυρίαν ὑπολάμβανε, θεράπευε καὶ κόσμει καὶ ποίει φίλην ἡμῖν: ἐπαίνει με παῤ αὐτῇ πολλάκις καὶ οἷον ἐπίστασαι διηγοῦ. Βλέπε μὴ δεσπότην εἴπῃς.’ Συνῆκεν Πλαγγὼν τῆς ἐντολῆς, φύσει γὰρ ἦν ἐντρεχής: αἴφνης δὲ βαλοῦσα πρὸς τὸ πρᾶγμα τὴν διάνοιαν, ᾤχετο πρὸς τοῦτο. Παραγενομένη τοίνυν πρὸς τὴν Καλλιρρόην, ὅτι μὲν κεκέλευσται θεραπεύειν αὐτὴν οὐκ ἐμήνυσεν, ἰδίαν δὲ εὔνοιαν ἐπεδείκνυτο: καὶ τὸ ἀξιόπιστον ὡς σύμβουλον ἤθελεν ἔχειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: