previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[160] εἰ δέ, ὃν ἀπέκτειναν ἐχθρὸν καὶ τοῖς ποσὶ συνεπάτησαν οἱ συνασκηταί μου καὶ συστρατιῶται, τοῦτον αὖθις ζῶντα παρὰ σοῦ λαβὼν αὐτοῖς ἀπενέγκω, καὶ πρόξενος πολέμων καὶ παθῶν γένωμαι, ἔσομαι αὐτοῖς πάντως ἄγγελος πονηρός: ὅπερ μὴ γένοιτό μοι ποιῆσαι. Τὰ αὐτὰ δέ μοι νόει καὶ περὶ ἐνδυμάτων. τοῖς γὰρ ἀπεκδυσαμένοις τὴν τῆς παλαιότητος καταφθορὰν καὶ τὸ τῆς παρακοῆς ἔνδυμα, ὅσον τὸ ἐπ̓ 1 αὐτοῖς, ἀποθεμένοις, τὸν Χριστὸν δὲ ὡς ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης ἐνδεδυμένοις, πῶς αὐτοὺς πάλιν τοὺς δερματίνους ἀμφιάσαιμι χιτῶνας καὶ τὸ τῆς αἰσχύνης περιθήσομαι περιβόλαιον; ἀλλὰ τοὺς μὲν ἐμοὺς ἑταίρους μηδενὸς τῶν τοιούτων ἐπιδεομένους γινώσκων, τῇ τῆς ἐρήμου δὲ ἀρκουμένους ἀσκήσει καὶ τρυφὴν ταύτην λογιζομένους ἀληθεστάτην, τὰ χρήματα καὶ ἱμάτια, ἅπερ τούτοις ἔλεγες παρασχεῖν, τοῖς πένησι διανείμας, θησαυρὸν ἑαυτῷ εἰς τὸ μέλλον ἄσυλον θησαύρισον, τὸν Θεὸν ἑαυτῷ ταῖς ἐκείνων εὐχαῖς ἐπίκουρον θέμενος: οὕτω γὰρ μᾶλλον συνεργῷ τῷ πλούτῳ πρὸς τὰ καλὰ χρήσαιο. εἶτα καὶ τὴν 2 πανοπλίαν τοῦ πνεύματος περιβαλλόμενος, καὶ τὴν μὲν ὀσφὺν ἐν ἀληθείᾳ περιζωσάμενος, ἐνδυσάμενος δὲ καὶ τὸν τῆς δικαιοσύνης θώρακα, περιθέμενός τε καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου, καὶ τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης ὑποδησάμενος, μετὰ χεῖράς τε τὸν τῆς πίστεως ἀναλαβὼν θυρεόν, καὶ τὴν τοῦ πνεύματος μάχαιραν, ἐστι ῥῆμα Θεοῦ, καὶ πάντοθεν ἄριστα

1 Gal. iii. 27

2 Eph. vi. 13-17

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: