previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ταῦτα καταθρηνήσας καὶ θάψας τὸ σῶμα πάλιν εἰς τὴν Ἀλεξάνδρειαν ἔρχομαι, καὶ θεραπευθεὶς ἄκων [p. 136] τὸ τραῦμα, τοῦ Μενελάου με παρηγοροῦντος διεκαρτέρησα ζῶν. [2] Καὶ ἤδη μοι γεγόνεσαν μῆνες ἕξ, καὶ τὸ πολὺ τοῦ πένθους ἤρχετο μαραίνεσθαιχρόνος γὰρ λύπης φάρμακον καὶ πεπαίνει τῆς ψυχῆς τὰ ἕλκη: μεστὸς γὰρ ἥλιος ἡδονῆς, καὶ τὸ λυπῆσαν πρὸς ὀλίγον, κἂν καθ̓ ὑπερβολήν, ἀναζεῖ μὲν ἐφ̓ ὅσον ψυχὴ κάεται, τῇ δὲ τῆς ἡμέρας ψυχαγωγίᾳ νικώμενον καταψύχεται), καί μου τις κατόπιν βαδίζοντος ἐν ἀγορᾷ τῆς χειρὸς ἄφνω λαβόμενος ἐπιστρέφει καὶ οὐδὲν εἰπὼν περιπτυξάμενός με πολλὰ κατεφίλει. [3] Ἐγὼ δὲ τὸ μὲν πρῶτον οὐκ ᾔδειν ὅστις ἦν, ἀλλ̓ εἱστήκειν ἐκπεπληγμένος καὶ δεχόμενος τὰς προσβολὰς τῶν ἀσπασμάτων, ὡς φιλημάτων σκοπός: ἐπεὶ δὲ μικρὸν διέσχε, καὶ τὸ πρόσωπον εἶδονΚλεινίας δὲ ἦν’, ἀνακραγὼν ὑπὸ χαρᾶς ἀντιπεριβάλλω τε αὐτὸν καὶ τὰς αὐτὰς ἀπεδίδουν περιπλοκάς, καὶ μετὰ ταῦτα εἰς τὴν καταγωγὴν ἀνήλθομεν τὴν ἐμήν. Καὶ μὲν τὰ αὑτοῦ μοι διηγεῖτο, ὅπως ἐκ τῆς ναυαγίας περιεγένετο, ἐγὼ δὲ τὰ περὶ τῆς Λευκίππης ἅπαντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: