previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐπεὶ οὖν τὸ πλοῖον διελύθη, δαίμων τις ἀγαθὸς περιέσωσεν ἡμῖν τῆς πρῴρας μέρος, ἔνθα περικαθίσαντες ἐγώ τε καὶ Λευκίππη κατὰ ῥοῦν ἐφερόμεθα τῆς θαλάσσης: δὲ Μενέλαος καὶ Σάτυρος σὺν ἄλλοις τῶν πλωτήρων ἐπιτυχόντες τοῦ ἱστοῦ καὶ ἐπιπεσόντες ἐνήχοντο. [2] Πλησίον δὲ καὶ τὸν Κλεινίαν ἑωρῶμεν περινηχόμενον τῇ κεραίᾳ καὶ ταύτην ἠκούσαμεν αὐτοῦ τὴν βοήνἔχου τοῦ ξύλου, Κλειτοφῶν:’ ἅμα δὲ λέγοντα κῦμα ἐπεκάλυπτε κατόπιν: [3] καὶ ἡμεῖς ἐκωκύσαμεν. Κατὰ ταὐτὸ καὶ ἡμῖν ἐπεφέρετο τὸ κῦμα: ἀλλὰ τύχῃ τινὶ πλησίον γενόμενον ἡμῶν κάτωθεν παρατρέχει, ὥστε ὑψούμενον μετέωρον τὸ ξύλον κατὰ τὸν αὐχένα τοῦ κύματος καὶ τὸν Κλεινίαν ἰδεῖν αὖθις. [4] Ἀνοιμώξας οὖνἐλέησονἔφηνδέσποτα Πόσειδον, καὶ σπεῖσαι πρὸς τὰ τῆς ναυαγίας σου λείψανα. Πολλοὺς ἤδη τῷ φόβῳ θανάτους ὑπεμείναμεν: εἰ δὲ ἡμᾶς ἀποκτεῖναι θέλεις, μὴ διαστήσῃς ἡμῶν τὴν τελευτήν: ἓν ἡμᾶς κῦμα καλυψάτω: εἰ δὲ καὶ θηρίων ἡμᾶς βορὰν πέπρωται γενέσθαι, εἷς ἡμᾶς ἰχθὺς ἀναλωσάτω, μία γαστὴρ χωρησάτω, [5] ἵνα καὶ ἐν ἰχθύσι κοινῇ ταφῶμεν.’ Μετὰ μικρὸν δὲ τῆς εὐχῆς τὸ πολὺ τοῦ πνεύματος περιεπέπαυτο, τὸ δὲ ἄγριον ἐστόρεστο τοῦ κύματος. Μεστὴ δὲ ἦν θάλαττα νεκρῶν σωμάτων. Τοὺς μὲν [p. 93] οὖν ἀμφὶ τὸν Μενέλαον θᾶττον προσάγει τῇ γῇ τὸ κῦμα: καὶ ἦν ταῦτα τῆς Αἰγύπτου τὰ παράλια: κατεῖχον δὲ τότε λῃσταὶ πᾶσαν τὴν ἐκεῖ χώραν: [6] ἡμεῖς δὲ περὶ δείλην ἑσπέραν τύχῃ τινὶ τῷ Πηλουσίῳ προσίσχομεν καὶ ἄσμενοι γῆς λαβόμενοι τοὺς θεοὺς ἀνευφημοῦμεν: εἶτα ὠλοφυρόμεθα τὸν Κλεινίαν καὶ τὸν Σάτυρον, νομίζοντες αὐτοὺς ἀπολωλέναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: