previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἦν δὲ περὶ δείλην καιρός: καὶ στρατηγὸς διαλαβὼν ἡμῶν ἕκαστον ἐπυνθάνετο τίνες εἴημεν καὶ πῶς ληφθείημεν: διηγεῖτο δὲ ἄλλος ἄλλο τι, κἀγὼ τἀμὰ εἶπον. Ἐπεὶ οὖν ἅπαντα ἔμαθεν, ἐκέλευσεν ἀκολουθεῖν, αὐτὸς δὲ ὅπλα δώσειν ὑπέσχετο: διεγνώκει γὰρ ἀναμείνας στρατιὰν ἐπελθεῖν τῷ μεγάλῳ λῃστηρίῳ: ἐλέγοντο δὲ ἀμφὶ τοὺς μυρίους εἶναι. [2] Ἐγὼ δὲ ἵππον ᾔτουν, σφόδρα γὰρ ἤμην ἱππεύειν γεγυμνασμένος. Ὡς δέ τις παρῆν, περιάγων τὸν ἵππον ἐπεδεικνύμην ἐν ῥυθμῷ τὰ τῶν πολεμούντων σχήματα, ὥστε καὶ τὸν στρατηγὸν σφόδρα ἐπαινέσαι. Ποιεῖται δή με ἐκείνην τὴν ἡμέραν ὁμοτράπεζον καὶ παρὰ τὸ δεῖπνον ἐπυνθάνετο τἀμὰ καὶ ἀκούων ἠλέει. [3] Συμπαθὴς δέ πως εἰς ἔλεον ἄνθρωπος ἀκροατὴς ἀλλοτρίων κακῶν, καὶ ἔλεος πολλάλις φιλίαν προξενεῖ: γὰρ ψυχὴ μαλαχθεῖσα πρὸς τὴν ὧν ἤκουσε λύπην, συνδιατεθεῖσα κατὰ μικρὸν τῇ τοῦ πάθους ἀκροάσει τὸν οἶκτον εἰς φιλίαν καὶ τὴν λύπην εἰς ἔλεον συλλέγει. [4] Οὕτως οὖν διέθηκα [p. 101] τὸν στρατηγὸν ἐκ τῆς ἀκροάσεως, ὡς καὶ αὐτὸν εἰς δάκρυα προαγαγεῖν: πλέον δὲ ποιεῖν εἴχομεν οὐδέν, τῆς Λευκίππης ὑπὸ τῶν λῃστῶν ἐχομένης. Ἔδωκε δέ μοι καὶ θεράποντα τὸν ἐπιμελησόμενον Αἰγύπτιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: