previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐπεὶ οὖν νὺξ ἐγένετο καὶ ἐκείμεθα, ὡς ἦμεν, δεδεμένοι καὶ ἐκάθευδον οἱ φρουροί, τότε, ὡς ἐξὸν ἤδη, κλάειν ἦρχον τὴν Λευκίππην. Καὶ δὴ λογισάμενος ὅσων αὐτῇ γέγονα κακῶν αἴτιος, κωκύσας ἐν τῇ ψυχῇ βύθιον, τῷ δὲ νῷ κλέψας τοῦ κωκυτοῦ τὸν ψόφον θεοὶ καὶ δαίμονεςἔφηνεἴπερ ἐστέ που καὶ ἀκούετε, τί τηλικοῦτον ἠδικήκαμεν, ὡς ἐν ὀλίγαις ἡμέραις τοσούτῳ πλήθει βαπτισθῆναι κακῶν; [2] Νῦν δὲ καὶ παραδεδώκατε ἡμᾶς λῃσταῖς Αἰγυπτίοις, ἵνα μηδὲ ἐλέου τύχωμεν. Λῃστὴν γὰρ Ἕλληνα καὶ φωνὴ κατέκλασε, καὶ δέησις ἐμάλαξεν: γὰρ λόγος πολλάκις τὸν ἔλεον προξενεῖ: τῷ γὰρ πονοῦντι τῆς ψυχῆς γλῶττα πρὸς ἱκετηρίαν διακονουμένη τῆς τῶν ἀκουόντων ψυχῆς ἡμεροῖ τὸ θυμούμενον. [3] Νῦν δὲ ποίᾳ μὲν φωνῇ δεηθῶμεν; τίνας δὲ λόγους προτείνωμεν; Κἂν Σειρήνων τις γένηται πιθανώτερος, ἀνδροφόνος οὐκ ἀκούει. Μόνοις ἱκετεύειν με δεῖ τοῖς νεύμασι καὶ τὴν δέησιν δηλοῦν ταῖς χειρονομίαις. τῶν ἀτυχημάτων: ἤδη τὸν θρῆνον ὀρχήσομαι. [4] Τὰ μὲν οὖν ἐμά, κἂν ὑπερβολὴν ἔχῃ συμφορᾶς, ἧττον ἀλγῶ, τὰ δὲ σά, Λευκίππη, ποίῳ [p. 98] στόματι θρηνήσω; ποίοις ὄμμασι δακρύσω; πιστὴ μὲν πρὸς ἀνάγκην ἔρωτος, χρηστὴ δὲ πρὸς ἐραστὴν δυστυχοῦντα. [5] Ὡς καλά σου τῶν γάμων τὰ κοσμήματα. Θάλαμος μὲν τὸ δεσμωτήριον, εὐνὴ δὲ γῆ, ὅρμοι δὲ καὶ ψέλια κάλοι καὶ βρόχος, καί σοι νυμφαγωγὸς λῃστὴς παρακαθεύδει, ἀντὶ δὲ ὑμεναίων τίς σοι τὸν θρῆνον ᾄδει. [6] Μάτην σοι, θάλασσα, τὴν χάριν ὡμολογήσαμεν: μέμφομαί σου τῇ φιλανθρωπίᾳ: χρηστοτέρα γέγονας πρὸς οὕς ἀπέκτεινας, ἡμᾶς δὲ σώσασα μᾶλλον ἀπέκτεινας. Ἐφθόνησας ἡμῖν ἀλῃστεύτοις ἀποθανεῖν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: