Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
Δἰ ἔριδος
μέντοι ἐγένοντο Ῥοιώ τε καὶ Ἡμιθέα αἱ τοῦ Σταφύλου
τίς αὐτῶν μιχθείη τῷ ξένῳ: τοσοῦτος ἀμφοτέρας
κατέσχε πόθος. Λύρκος δὲ ἐπιγνοὺς τῇ
ὑστεραίᾳ οἷα ἐδεδράκει καὶ τὴν Ἡμιθέαν ὁρῶν συγκατακεκλιμένην
ἐδυσφόρει τε καὶ πολλὰ κατεμέμφετο
τὸν Στάφυλον, ὡς ἀπατεῶνα γενόμενον αὐτοῦ:
ὕστερον δέ, μηδὲν ἔχων ὅ τι ποιῇ, περιελόμενος τὴν
ζώνην δίδωσι τῇ κόρῃ κελεύων ἡβήσαντι τῷ παιδὶ
φυλάττειν, ὅπως ἔχῃ γνώρισμα, ὁπόταν ἀφίκοιτο
πρὸς τὸν πατέρα αὑτοῦ εἰς Καῦνον, καὶ ἐξέπλευσεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.