previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Καθ̓ οὓς Φήλικα τῆς Ῥωμαίων προστάντα ἐκκλησίας ἔτεσιν πέντε Εὐτυχιανὸς διαδέχεται: οὐδ̓ ὅλοις δὲ μησὶν οὗτος δέκα διαγενόμενος, Γαΐῳ τῷ καθ̓ ἡμᾶς καταλείπει τὸν κλῆρον: καὶ τούτου δὲ ἀμφὶ τὰ πεντεκαίδεκα ἔτη προστάντος, [p. 228] Μαρκελλῖνος κατέστη διάδοχος, ὃν καὶ αὐτὸν διωγμὸς κατείληφεν. [2] Κατὰ τούσδε τῆς Ἀντιοχέων ἐπισκοπῆς μετὰ Δόμνον ἡγήσατο Τίμαιος, ὃν καθ̓ ἡμᾶς διεδέξατο Κύριλλος: καθ̓ ὃν Δωρόθεον, πρεσβείου τοῦ κατὰ Ἀντιόχειαν ἠξιωμένον, λόγιον ἄνδρα ἔγνωμεν. φιλόκαλος δ̓ οὗτος περὶ τὰ θεῖα γεγονώς, καὶ τῆς Ἑβραίων ἐπεμελήθη γλώττης, ὡς καὶ αὐταῖς ταῖς Ἑβραϊκαῖς γραφαῖς ἐπιστημόνως ἐντυγχάνειν. [3] ἦν δ̓ οὗτος τῶν μάλιστα ἐλευθερίων προπαιδείας τε τῆς καθ̓ Ἕλληνας οὐκ ἄμοιρος, τὴν φύσιν δὲ ἄλλως εὐνοῦχος, οὕτω πεφυκὼς ἐξ αὐτῆς γενέσεως, ὡς καὶ βασιλέα διὰ τοῦτο, οἷόν τι παράδοξον, αὐτὸν οἰκειώσασθαι καὶ τιμῆσαί γε ἐπιτροπῇ τῆς κατὰ Τύρον ἁλουργοῦ βαφῆς. [4] τούτου μετρίως τὰς γραφὰς ἐπὶ τῆς ἐκκλησίας διηγουμένου κατηκούσαμεν. Μετὰ δὲ Κύριλλον Τύραννος τῆς Ἀντιοχέων παροικίας τὴν ἐπισκοπὴν διεδέξατο, καθ̓ ὃν ἤκμασεν τῶν ἐκκλησιῶν πολιορκία. [5] Τῆς δ̓ ἐν Λαοδικείᾳ παροικίας ἡγήσατο μετὰ Σωκράτην Εὐσέβιος, ἀπὸ τῆς Ἀλεξανδρέων ὁρμηθεὶς πόλεως: αἰτία δ̓ αὐτῷ τῆς μεταναστάσεως ὑπῆρξεν κατὰ τὸν Παῦλον ὑπόθεσις, δἰ ὃν τῆς Συρίας ἐπιβάς, πρὸς τῶν τῇδε περὶ τὰ θεῖα ἐσπουδακότων τῆς οἴκαδε πορείας εἴργεται, ἐπέραστόν τι θεοσεβείας χρῆμα τῶν καθ̓ ἡμᾶς γενόμενος, ὡς καὶ ἀπὸ τῶν προπαρατεθεισῶν Διονυσίου φωνῶν διαγνῶναι ῥᾴδιον. [6] Ἀνατόλιος αὐτῷ διάδοχος, ἀγαθός, φασίν, ἀγαθοῦ, καθίσταται, γένος [p. 230] μὲν καὶ αὐτὸς Ἀλεξανδρεύς, λόγων δ̓ ἕνεκα καὶ παιδείας τῆς Ἑλλήνων φιλοσοφίας τε τὰ πρῶτα τῶν μάλιστα καθ̓ ἡμᾶς δοκιμωτάτων ἀπενηνεγμένος, ἅτε ἀριθμητικῆς καὶ γεωμετρίας ἀστρονομίας τε καὶ τῆς ἄλλης, διαλεκτικῆς εἴτε φυσικῆς, θεωρίας ῥητορικῶν τε αὖ μαθημάτων ἐληλακὼς εἰς ἄκρον: ὧν ἕνεκα καὶ τῆς ἐπ̓ Ἀλεξανδρείας Ἀριστοτέλους διαδοχῆς τὴν διατριβὴν λόγος ἔχει πρὸς τῶν τῇδε πολιτῶν συστήσασθαι αὐτὸν ἀξιωθῆναι. [7] μυρίας μὲν οὖν τοῦδε καὶ ἄλλας ἀριστείας ἐν τῇ κατ̓ Ἀλεξάνδρειαν τοῦ Πιρουχίου πολιορκίᾳ μνημονεύουσιν, ἅτε τῶν ἐν τέλει προνομίας ἐξαιρέτου πρὸς ἁπάντων ἠξιωμένου, δείγματος δ̓ ἕνεκα μόνου τοῦδε ἐπιμνησθήσομαι. [8] τοῦ πυροῦ, φασίν, τοῖς πολιορκουμένοις. ἐπιλελοιπότος, ὡς ἤδη τῶν ἔξωθεν πολεμίων μᾶλλον αὐτοῖς τὸν λιμὸν ἀφόρητον καθεστάναι, παρὼν δηλούμενος οἰκονομεῖταί τι τοιοῦτον. θατέρου μέρους τῆς πόλεως τῷ Ῥωμαϊκῷ συμμαχοῦντος στρατῷ ταύτῃ τε τυγχάνοντος ἀπολιορκήτου, τὸν Εὐσέβιον ῾ἔτι γὰρ εἶναι τότε αὐτόθι πρὸ τῆς ἐπὶ Συρίαν μεταναστάσεως᾿, ἐν τοῖς ἀπολιορκήτοις ὄντα μέγα τε κλέος καὶ διαβόητον ὄνομα μέχρι καὶ τοῦ Ῥωμαίων στρατηλάτου κεκτημένον, περὶ τῶν λιμῷ διαφθειρομένων κατὰ τὴν πολιορκίαν πέμψας Ἀνατόλιος ἐκδιδάσκει: [9] δὲ μαθών, σωτηρίαν τοῖς ἀπὸ τῶν πολεμίων αὐτομόλοις παρασχεῖν ὡς ἐν μεγίστῃ χάριτι δωρεᾶς τὸν Ῥωμαίων στρατηγὸν αἰτεῖται, καὶ τῆς ἀξιώσεώς γε τυχὼν ἐμφανὲς τῷ Ἀνατολίῳ καθίστησιν. δὲ αὐτίκα τὴν ἐπαγγελίαν [p. 232] δεξάμενος, βουλὴν τῶν Ἀλεξανδρέων συναγαγών, τὰ μὲν πρῶτα πάντας ἠξίου φιλικὴν δοῦναι Ῥωμαίοις δεξιάν, ὡς δ̓ ἀγριαίνοντας ἐπὶ τῷ λόγῳ συνεῖδεν, ‘ἀλλ̓ οὐ τούτῳ γε,’ φησίν, ‘ ἀντιλέξειν ποθ̓ ὑμᾶς οἴομαι, εἰ τοὺς περιττοὺς καὶ ἡμῖν αὐτοῖς οὐδαμῇ χρησίμους, γραΐδας καὶ νήπια καὶ πρεσβύτας, ἐκδοῦναι πυλῶν ἔξω βαδίζειν ὅποι καὶ βούλοιντο, συμβουλεύσαιμι. τί γὰρ δὴ τούτους εἰς μάτην, ὅσον οὔπω τεθνηξομένους, παῤ ἑαυτοῖς ἔχομεν; τί δὲ τοὺς ἀναπήρους καὶ τὰ σώματα λελωβημένους τῷ λιμῷ κατατρύχομεν, τρέφειν δέον μόνους ἄνδρας καὶ νεανίας καὶ τὸν ἀναγκαῖον πυρὸν τοῖς ἐπὶ φυλακῇ τῆς πόλεως ἐπιτηδείοις ταμιεύεσθαι;’ [10] τοιούτοις τισὶν λογισμοῖς πείσας τὸ συνέδριον, ψῆφον πρῶτος ἀναστὰς ἐκφέρει πᾶν τὸ τῇ στρατείᾳ μὴ ἐπιτήδειον εἴτε ἀνδρῶν εἴτε γυναικῶν γένος ἀπολύειν τῆς πόλεως, ὅτι μηδὲ καταμένουσιν αὐτοῖς καὶ εἰς ἄχρηστον ἐν τῇ πόλει διατρίβουσιν ἐλπὶς ἂν γένοιτο σωτηρίας, πρὸς τοῦ λιμοῦ διαφθαρησομένοις. [11] ταύτῃ δὲ τῶν λοιπῶν ἁπάντων τῶν ἐν τῇ βουλῇ συγκαταθεμένων μικροῦ δεῖν τοὺς πάντας τῶν πολιορκουμένων διεσώσατο, ἐν πρώτοις μὲν τῶν ἀπὸ τῆς ἐκκλησίας, ἔπειτα δὲ καὶ τῶν ἄλλων τῶν κατὰ τὴν πόλιν πᾶσαν ἡλικίαν διαδιδράσκειν προμηθούμενος, οὐ μόνον τῶν κατὰ τὴν ψῆφον δεδογμένων, τῇ δὲ τούτων προφάσει καὶ μυρίους ἄλλους, λεληθότως γυναικείαν στολὴν ἀμπισχομένους νύκτωρ τε τῇ ἐκείνου φροντίδι τῶν πυλῶν ἐξιόντας καὶ ἐπὶ τὴν Ῥωμαίων στρατιὰν ὁρμῶντας. ἔνθα τοὺς πάντας ὑποδεχόμενος Εὐσέβιος πατρὸς καὶ ἰατροῦ δίκην κεκακωμένους ἐκ τῆς μακρᾶς πολιορκίας διὰ πάσης προνοίας καὶ [p. 234] θεραπείας ἀνεκτᾶτο. [12] τοιούτων κατὰ Λαοδίκειαν ἐκκλησία δύο ἐφεξῆς κατὰ διαδοχὴν ἠξιώθη ποιμένων, σὺν θείᾳ προμηθείᾳ μετὰ τὸν δηλωθέντα πόλεμον ἐκ τῆς Ἀλεξανδρέων πόλεως ἐπὶ τὰ τῇδε μετεληλυθότων. [13] οὐμενοῦν ἐσπουδάσθη πλεῖστα τῷ Ἀνατολίῳ συγγράμματα, τοσαῦτα δ̓ εἰς ἡμᾶς ἐλήλυθεν, δἰ ὧν αὐτοῦ καταμαθεῖν δυνατὸν ὁμοῦ τό τε λόγιον καὶ πολυμαθές: ἐν οἷς μάλιστα τὰ περὶ τοῦ πάσχα δόξαντα παρίστησιν, ἀφ̓ ὧν ἀναγκαῖον ἂν εἴη τούτων ἐπὶ τοῦ παρόντος μνημονεῦσαι. ΕΚ ΤΩΝ ΠΕΡΙ ΤΟΥ ΠΑΣΧΑ ΑΝΑΤΟΛΙΟΥ ΚΑΝΟΝΩΝἜχει [14] τοίνυν ἐν τῷ πρώτῳ ἔτει τὴν νουμηνίαν τοῦ πρώτου μηνός, ἥτις ἁπάσης ἐστὶν ἀρχὴ τῆς ἐννεακαιδεκαετηρίδος, τὴν κατ̓ Αἰγυπτίους μὲν Φαμενὼθ κς, κατὰ δὲ τοὺς Μακεδόνων μῆνας Δύστρου κβ, ὡς δ̓ ἂν εἴποιεν Ῥωμαῖοι, πρὸ ια Καλανδῶν Ἀπριλίων. [15] εὑρίσκεται δὲ ἥλιος ἐν τῇ προκειμένῃ Φαμενὼθ κς οὐ μόνον ἐπιβὰς τοῦ πρώτου τμήματος, ἀλλ̓ ἤδη καὶ τετάρτην ἡμέραν ἐν αὐτῷ διαπορευόμενος. τοῦτο δὲ τὸ τμῆμα πρῶτον δωδεκατημόριον καὶ ἰσημερινὸν καὶ μηνῶν ἀρχὴν καὶ κεφαλὴν τοῦ κύκλου καὶ ἄφεσιν τοῦ τῶν πλανητῶν δρόμου καλεῖν εἰώθασιν, τὸ δὲ πρὸ τούτου μηνῶν ἔσχατον καὶ τμῆμα δωδέκατον καὶ τελευταῖον δωδεκατημόριον καὶ τέλος τῆς τῶν πλανητῶν περιόδου: δἰ καὶ τοὺς ἐν αὐτῷ τιθεμένους τὸν πρῶτον μῆνα καὶ τὴν τεσσαρεσκαιδεκάτην τοῦ πάσχα κατ̓ αὐτὴν λαμβάνοντας οὐ μικρῶς οὐδ̓ ὡς ἔτυχεν ἁμαρτάνειν φαμέν. [16] ἔστιν δ̓ οὐχ [p. 236] ἡμέτερος οὗτος λόγος, Ἰουδαίοις δὲ ἐγινώσκετο τοῖς πάλαι καὶ πρὸ Χριστοῦ ἐφυλάττετό τε πρὸς αὐτῶν μάλιστα: μαθεῖν δ̓ ἔστιν ἐκ τῶν ὑπὸ Φίλωνος Ἰωσήπου Μουσαίου λεγομένων, καὶ οὐ μόνων τούτων, ἀλλὰ καὶ τῶν ἔτι παλαιοτέρων ἀμφοτέρων Ἀγαθοβούλων, τῶν ἐπίκλην διδασκάλων Ἀριστοβούλου τοῦ πάνυ, ὃς ἐν τοῖς ο κατειλεγμένος τοῖς τὰς ἱερὰς καὶ θείας Ἑβραίων ἑρμηνεύσασι γραφὰς Πτολεμαίῳ τῷ Φιλαδέλφῳ καὶ τῷ τούτου πατρί, καὶ βίβλους ἐξηγητικὰς τοῦ Μωυσέως νόμου τοῖς αὐτοῖς προσεφώνησεν βασιλεῦσιν. [17] οὗτοι τὰ ζητούμενα κατὰ τὴν Ἔξοδον ἐπιλύοντες, φασὶ δεῖν τὰ διαβατήρια θύειν ἐπ̓ ἴσης ἅπαντας μετὰ ἰσημερίαν ἐαρινήν, μεσοῦντος τοῦ πρώτου μηνός: τοῦτο δὲ εὑρίσκεσθαι, τὸ πρῶτον τμῆμα τοῦ ἡλιακοῦ, ὥς τινες αὐτῶν ὠνόμασαν, ζῳοφόρου κύκλου διεξιόντος ἡλίου. δὲ Ἀριστόβουλος προστίθησιν ὡς εἴη ἐξ ἀνάγκης τῇ τῶν διαβατηρίων ἑορτῇ μὴ μόνον τὸν ἥλιον ἰσημερινὸν διαπορεύεσθαι τμῆμα, καὶ τὴν σελήνην δέ. [18] τῶν γὰρ ἰσημερινῶν τμημάτων ὄντων δύο, τοῦ μὲν ἐαρινοῦ, τοῦ δε μετοπωρινοῦ, καὶ διαμετρούντων ἄλληλα δοθείσης τε τῆς τῶν διαβατηρίων ἡμέρας τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς μεθ̓ ἑσπέραν, ἐνστήξεται μὲν σελήνη τὴν ἐναντίαν καὶ διάμετρον τῷ ἡλίῳ στάσιν, ὥσπερ οὖν ἔξεστιν ἐν ταῖς πανσελήνοις ὁρᾶν, ἔσονται δὲ μὲν κατὰ τὸ ἐαρινὸν ἰσημερινόν, ἥλιος, τμῆμα, δὲ ἐξ ἀνάγκης κατὰ τὸ φθινοπωρινὸν ἰσημερινόν, σελήνη. [19] οἶδα πλεῖστα καὶ ἄλλα πρὸς αὐτῶν λεγόμενα, τοῦτο μὲν πιθανά, τοῦτο δὲ κατὰ τὰς κυριακὰς ἀποδείξεις προϊόντα, δἰ ὧν παριστάνειν [p. 238] πειρῶνται τὴν τοῦ πάσχα καὶ τῶν ἀζύμων ἑορτὴν δεῖν πάντως μετ̓ ἰσημερίαν ἄγεσθαι: παρίημι δὲ τὰς τοιαύτας τῶν ἀποδείξεων ὕλας ἀπαιτῶν ὧν 1 περιῄρηται μὲν τὸ ἐπὶ τῷ Μωυσέως νόμῳ κάλυμμα, ἀνακεκαλυμμένῳ δὲ τῷ προσώπῳ λοιπὸν ἤδη Χριστὸν καὶ τὰ Χριστοῦ ἀεὶ κατοπτρίζεσθαι μαθήματά τε καὶ παθήματα. τοῦ δὲ τὸν πρῶτον παῤ Ἑβραίοις μῆνα περὶ ἰσημερίαν εἶναι παραστατικὰ καὶ τὰ ἐν τῷ Ἐνὼχ μαθήματα.’ [20] Καὶ ἀριθμητικὰς δὲ καταλέλοιπεν αὐτὸς ἐν ὅλοις δέκα συγγράμμασιν εἰσαγωγὰς καὶ ἄλλα δείγματα τῆς περὶ τὰ θεῖα σχολῆς τε αὐτοῦ καὶ πολυπειρίας. [21] τούτῳ πρῶτος τῆς Παλαιστίνων Καισαρείας ἐπίσκοπος Θεότεκνος χεῖρας εἰς ἐπισκοπὴν ἐπιτέθεικεν, διάδοχον ἑαυτοῦ μετὰ τελευτὴν ποριεῖσθαι τῇ ἰδίᾳ παροικίᾳ προμνώμενος, καὶ δὴ ἐπὶ σμικρόν τινα χρόνον ἄμφω τῆς αὐτῆς προύστησαν ἐκκλησίας: ἀλλὰ γὰρ ἐπὶ τὴν Ἀντιόχειαν τῆς κατὰ Παῦλον συνόδου καλούσης, τὴν Λαοδικέων πόλιν παριὼν πρὸς τῶν ἀδελφῶν αὐτόθι κοιμηθέντος Εὐσεβίου κεκράτηται. [22] Καὶ τοῦ Ἀνατολίου δὲ τὸν βίον μεταλλάξαντος, τῆς ἐκεῖσε παροικίας ὕστατος τῶν πρὸ τοῦ διωγμοῦ καθίσταται Στέφανος, λόγων μὲν φιλοσόφων καὶ τῆς ἄλλης παῤ Ἕλλησι παιδείας παρὰ τοῖς πολλοῖς θαυμασθείς, οὐχ ὁμοίως γε μὴν περὶ τὴν θείαν πίστιν διατεθειμένος, ὡς προϊὼν τοῦ διωγμοῦ καιρὸς ἀπήλεγξεν, εἴρωνα μᾶλλον δειλόν τε καὶ ἄνανδρον ἤπερ ἀληθῆ φιλόσοφον ἀποδείξας τὸν ἄνδρα. [23] οὐ μὴν ἐπὶ τούτῳ γε καταστρέφειν ἔμελλε [p. 240] τὰ τῆς ἐκκλησίας, ἀνορθοῦται δ̓ αὐτὰ πρὸς αὐτοῦ θεοῦ τοῦ πάντων σωτῆρος αὐτίκα τῆς αὐτόθι παροικίας ἐπίσκοπος ἀναδειχθεὶς Θεόδοτος, πράγμασιν αὐτοῖς ἀνὴρ καὶ τὸ κύριον ὄνομα καὶ τὸ ἐπίσκοπον ἐπαληθεύσας. ἰατρικῆς μὲν γὰρ σωμάτων ἀπεφέρετο τὰ πρῶτα τῆς ἐπιστήμης, ψυχῶν δὲ θεραπευτικῆς οἷος οὐδὲ ἄλλος ἀνθρώπων ἐτύγχανεν φιλανθρωπίας γνησιότητος συμπαθείας σπουδῆς τῶν τῆς παῤ αὐτοῦ δεομένων ὠφελείας ἕνεκεν, πολὺ δὲ ἦν αὐτῷ καὶ τὸ περὶ τὰ θεῖα μαθήματα συνησκημένον. [24] οὗτος μὲν δὴ τοιοῦτος ἦν. Ἐν Καισαρείᾳ δὲ τῆς Παλαιστίνης Θεότεκνον σπουδαιότατα τὴν ἐπισκοπὴν διελθόντα Ἀγάπιος διαδέχεται: ὃν καὶ πολλὰ καμεῖν γνησιωτάτην τε πρόνοιαν τῆς τοῦ λαοῦ προστασίας ἴσμεν πεποιημένον πλουσίᾳ τε χειρὶ πάντων μάλιστα πενήτων ἐπιμεμελημένον. [25] κατὰ τοῦτον ἐλλογιμώτατον αὐτῷ τε βίῳ φιλόσοφον ἀληθῆ πρεσβείου τῆς αὐτόθι παροικίας ἠξιωμένον Πάμφιλον ἔγνωμεν: ὃν ὁποῖός τις ἦν καὶ ὅθεν ὁρμώμενος, οὐ σμικρᾶς ἂν γένοιτο δηλοῦν ὑποθέσεως: ἕκαστα δὲ τοῦ κατ̓ αὐτὸν βίου καὶ ἧς συνεστήσατο διατριβῆς, τούς τε κατὰ τὸν διωγμὸν ἐν διαφόροις ὁμολογίαις ἀγῶνας αὐτοῦ καὶ ὃν ἐπὶ πᾶσιν ἀνεδήσατο τοῦ μαρτυρίου στέφανον, ἐν ἰδίᾳ τῇ περὶ αὐτοῦ διειλήφαμεν ὑποθέσει. [26] ἀλλ̓ οὗτος μὲν τῶν τῇδε θαυμασιώτατος: ἐν δὲ τοῖς μάλιστα καθ̓ ἡμᾶς σπανιωτάτους γενομένους ἴσμεν τῶν μὲν ἐπ̓ Ἀλεξανδρείας πρεσβυτέρων Πιέριον, Μελέτιον δὲ τῶν κατὰ Πόντον ἐκκλησιῶν ἐπίσκοπον. [27] ἀλλ̓ μὲν ἄκρως ἀκτήμονι βίῳ καὶ [p. 242] μαθήμασιν φιλοσόφοις δεδοκίμαστο, ταῖς περὶ τὰ θεῖα θεωρίαις καὶ ἐξηγήσεσιν καὶ ταῖς ἐπὶ τοῦ κοινοῦ τῆς ἐκκλησίας διαλέξεσιν ὑπερφυῶς ἐξησκημένος: δὲ Μελέτιος ῾τὸ μέλι τῆς Ἀττικῆς ἐκάλουν αὐτὸν οἱ ἀπὸ παιδείας᾿ τοιοῦτος ἦν οἷον ἂν γράψειέν τις τὸν κατὰ πάντα λόγων ἕνεκα τελεώτατον. ῥητορικῆς μέν γε τὴν ἀρετὴν οὐδ̓ οἷόν τε θαυμάζειν ἐπαξίως, ἀλλὰ τοῦτο μὲν εἶναι αὐτῷ φαίη ἄν τις τὸ κατὰ φύσιν: τῆς δ̓ ἄλλης πολυπειρίας τε καὶ πολυμαθείας τίς ἂν τὴν ἀρετὴν ὑπερβάλοιτο, [28] ὅτι δὴ ἐπὶ πάσαις λογικαῖς ἐπιστήμαις τὸν τεχνικώτατον καὶ λογιώτατον, καὶ μόνον πεῖραν αὐτοῦ λαβών, εἶπες ἄν; ἐφάμιλλα δὲ αὐτῷ καὶ τὰ τῆς ἀρετῆς παρῆν τοῦ βίου. τοῦτον κατὰ τὸν τοῦ διωγμοῦ καιρὸν τοῖς κατὰ Παλαιστίνην κλίμασιν διαδιδράσκοντα ἐφ̓ ὅλοις ἔτεσιν ἑπτὰ κατενοήσαμεν.

[29] τῆς δ̓ ἐν Ἱεροσολύμοις ἐκκλησίας μετὰ τὸν μικρῷ πρόσθεν δεδηλωμένον ἐπίσκοπον Ὑμέναιον Ζαβδᾶς τὴν λειτουργίαν παραλαμβάνει: μετ̓ οὐ πολὺ δὲ τούτου κεκοιμημένου, Ἕρμων ὕστατος τῶν μέχρι τοῦ καθ̓ ἡμᾶς διωγμοῦ τὸν εἰς ἔτι νῦν ἐκεῖσε πεφυλαγμένον ἀποστολικὸν διαδέχεται θρόνον. [30] Καὶ ἐπ̓ Ἀλεξανδρείας δὲ Μάξιμον ὀκτωκαίδεκα ἔτεσιν μετὰ τὴν Διονυσίου τελευτὴν ἐπισκοπεύσαντα Θεωνᾶς διαδέχεται: καθ̓ ὃν ἐπὶ τῆς Ἀλεξανδρείας ἐπὶ ταὐτὸν τῷ Πιερίῳ πρεσβυτερίου ἠξιωμένος Ἀχιλλᾶς ἐγνωρίζετο, τῆς ἱερᾶς πίστεως τὸ διδασκαλεῖον ἐγκεχειρισμένος, οὐδενὸς ἧττον σπανιώτατον φιλοσοφίας ἔργον καὶ πολιτείας [p. 244] εὐαγγελικῆς τρόπον γνήσιον ἐπιδεδειγμένος. [31] μετὰ δὲ Θεωνᾶν ἐννεακαίδεκα ἔτεσιν ἐξυπηρετησάμενον διαδέχεται τὴν ἐπισκοπὴν τῶν ἐπ̓ Ἀλεξανδρείας Πέτρος, ἐν τοῖς μάλιστα καὶ αὐτὸς διαπρέψας ἐφ̓ ὅλοις δυοκαίδεκα ἐνιαυτοῖς, ὧν πρὸ τοῦ διωγμοῦ τρισὶν οὐδ̓ ὅλοις ἔτεσιν ἡγησάμενος τῆς ἐκκλησίας, τὸν λοιπὸν τοῦ βίου χρόνον εὐτονωτέρα τῇ συνασκήσει ἑαυτόν τε ἦγεν καὶ τῆς κοινῆς τῶν ἐκκλησιῶν ὠφελείας οὐκ ἀφανῶς ἐπεμέλετο. ταύτῃ δ̓ οὖν ἐνάτῳ ἔτει τοῦ διωγμοῦ τὴν κεφαλὴν ἀποτμηθεὶς τῷ τοῦ μαρτυρίου κατεκοσμήθη στεφάνῳ. [32] Ἐν τούτοις τὴν τῶν διαδοχῶν περιγράψαντες ὑπόθεσιν, ἀπὸ τῆς τοῦ σωτῆρος ἡμῶν γενέσεως ἐπὶ τὴν τῶν προσευκτηρίων καθαίρεσιν εἰς ἔτη συντείνουσαν πέντε καὶ τριακόσια, φέρε, ἐξῆς τοὺς καθ̓ ἡμᾶς τῶν ὑπὲρ εὐσεβείας ἀνδρισαμένων ἀγῶνας, ὅσοι τε καὶ ὁπηλίκοι γεγόνασιν, καὶ τοῖς μεθ̓ ἡμᾶς εἰδέναι διὰ γραφῆς καταλείψωμεν.

1 2 Cor. 3,15, 16,18

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: