previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οὐδὲν δὲ οἷον τὸ καὶ τούτων ὧδέ πως ἐχόντων ἀκοῦσαι: ‘Ἐκεῖνος μὲν οὖν τῶν ἑαυτοῦ βασιλέων τὸν μὲν προέμενος, τῷ δὲ ἐπιθέμενος, παγγενεῖ ταχέως καὶ πρόρριζος ἐξηφανίσθη, ἀνεδείχθη δὲ καὶ συνανωμολογήθη παρὰ πάντων Γαλλιῆνος, παλαιὸς ἅμα βασιλεὺς καὶ νέος, πρῶτος ὢν καὶ μετ̓ ἐκείνους παρών. [2] κατὰ γὰρ τὸ ῥηθὲν πρὸς τὸν προφήτην Ἡσαΐαν ῾τὰ ἀπ̓ ἀρχῆς ἰδοὺ ἥκασιν, καὶ καινὰ νῦν ἀνατελεῖ.᾿ ὥσπερ γὰρ νέφος τὰς ἡλιακὰς ἀκτῖνας ὑποδραμὸν καὶ πρὸς ὀλίγον ἐπηλυγάσαν ἐσκίασεν αὐτὸν καὶ ἀντ̓ αὐτοῦ προεφάνη, εἶτα παρελθόντος διατακέντος τοῦ νέφους, ἐξεφάνη πάλιν ἐπανατείλας προανατείλας ἥλιος, οὕτω προστὰς καὶ προσπελάσας ἑαυτὸν Μακριανὸς τῆς ἐφεστώσης Γαλλιήνου βασιλείας, μὲν οὐκ ἔστιν, ἐπεὶ μηδὲ ἦν, δὲ ἔστιν ὁμοίως ὥσπερ ἦν, [3] καὶ οἷον ἀποθεμένη τὸ γῆρας βασιλεία καὶ [p. 190] τὴν προοῦσαν ἀνακαθηραμένη κακίαν, ἀκμαιότερον νῦν ἐπανθεῖ καὶ πορρώτερον ὁρᾶται καὶ ἀκούεται καὶ διαφοιτᾷ πανταχοῦ.’ [4] Εἶθ̓ ἑξῆς καὶ τὸν χρόνον, καθ̓ ὃν ταῦτ̓ ἔγραφεν, διὰ τούτων σημαίνει: ‘καί μοι πάλιν τὰς ἡμέρας τῶν βασιλικῶν ἐτῶν ἔπεισι σκοπεῖν. ὁρῶ γάρ, ὡς ὀνομασθέντες μὲν οἱ ἀσεβέστατοι μετ̓ οὐ πολὺ γεγόνασιν ἀνώνυμοι, δὲ ὁσιώτερος καὶ φιλοθεώτερος ὑπερβὰς τὴν ἑπταετηρίδα, νῦν ἐνιαυτὸν 1 ἔνατον διανύει, ἐν ἡμεῖς ἑορτάσωμεν.’

1 1 Cor. 5, 8

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: