previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Καὶ ἐπειδήπερ δἰ ἀρετῆς ἡμᾶς 1 ἐπὶ τὸν βίον καθεῖναι δεῖ τὸν ἡμέτερον, εἰς ταύτην δὲ πολλὰ μὲν ποιηταῖς, πολλὰ δὲ συγγραφεῦσι, πολλῷ δὲ ἔτι πλείω φιλοσόφοις ἀνδρᾶσιν ὕμνηται, τοῖς τοιούτοις τῶν λόγων μάλιστα προσεκτέον. [2] οὐ μικρὸν γὰρ τὸ ὄφελος οἰκειότητά τινα καὶ συνήθειαν ταῖς τῶν νέων ψυχαῖς τῆς ἀρετῆς ἐγγενέσθαι, ἐπείπερ ἀμετάστατα πέφυκεν εἶναι τὰ τῶν τοιούτων μαθήματα, δἰ ἁπαλότητα τῶν ψυχῶν εἰς βάθος ἐνσημαινόμενα. [3] τί ποτε ἄλλο διανοηθέντα τὸν Ἡσίοδον ὑπολάβωμεν ταυτὶ ποιῆσαι τὰ ἔπη πάντες ᾄδουσιν, οὐχὶ προτρέποντα τοὺς νέους ἐπ̓ ἀρετήν; ὅτι τραχεῖα μὲν πρῶτον καὶ δύσβατος, καὶ ἱδρῶτος συχνοῦ καὶ πόνου πλήρης πρὸς ἀρετὴν φέρουσα καὶ ἀνάντης ὁδός. [4] διόπερ οὐ παντὸς οὔτε προσβῆναι αὐτῇ διὰ τὸ ὄρθιον, οὔτε προσβάντι ῥᾳδίως ἐπὶ τὸ ἄκρον ἐλθεῖν. ἄνω δὲ [p. 394] γενομένῳ ὁρᾶν ὑπάρχει ὡς μὲν λεία τε καὶ καλή, ὡς δὲ ῥᾳδία τε καὶ εὔπορος καὶ τῆς ἑτέρας ἡδίων τῆς ἐπὶ τὴν κακίαν ἀγούσης, ἣν ἀθρόαν 2 εἶναι λαβεῖν ἐκ τοῦ σύνεγγυς, αὐτὸς οὗτος ποιητὴς ἔφησεν. [5] ἐμοὶ μὲν γὰρ δοκεῖ οὐδὲν ἕτερον προτρέπων ἡμᾶς ἐπ̓ ἀρετὴν καὶ προκαλούμενος ἅπαντας ἀγαθοὺς εἶναι, ταῦτα διελθεῖν, καὶ ὥστε μὴ καταμαλακισθέντας πρὸς τοὺς πόνους, προαποστῆναι τοῦ τέλους. καὶ μέντοι καὶ εἴ τις ἕτερος ἐοικότα τούτοις τὴν ἀρετὴν ὕμνησεν. ὡς εἰς ταὐτὸν ἡμῖν φέροντας τοὺς λόγους ἀποδεχώμεθα. 3 [6] Ὡς δ̓ ἐγώ τινος ἤκουσα δεινοῦ καταμαθεῖν ἀνδρὸς ποιητοῦ διάνοιαν, πᾶσα μὲν ποίησις τῷ Ὁμήρῳ ἀρετῆς ἐστιν ἔπαινος, καὶ πάντα αὐτῷ πρὸς τοῦτο φέρει, τι μὴ πάρεργον, οὐχ ἥκιστα δὲ ἐν οἷς τὸν στρατηγὸν τῶν Κεφαλλήνων πεποίηκε γυμνὸν ἐκ τοῦ ναυαγίου περισῳθέντα, πρῶτον μὲν αἰδέσαι τὴν βασιλίδα φανέντα μόνον: τοσούτου δεῖν αἰσχύνην ὀφλῆσαι γυμνὸν ὀφθέντα μόνον, 4 ἐπειδήπερ αὐτὸν ἀρετῇ ἀντὶ ἱματίων κεκοσμημένον ἐποίησε: [7] ἔπειτα μέντοι καὶ τοῖς λοιποῖς Φαίαξι τοσούτου ἄξιον νομισθῆναι, ὥστε ἀφέντας τὴν τρυφὴν συνέζων, ἐκεῖνον 5 ἀποβλέπειν καὶ ζηλοῦν ἅπαντας καὶ [p. 396] μηδένα Φαιάκων ἐν τῷ τότε εἶναι ἄλλο τι ἂν εὔξασθαι μᾶλλον Ὀδυσσέα γενέσθαι, καὶ ταῦτα ἐκ ναυαγίου περισῳθέντα. [8] ἐν τούτοις γὰρ ἔλεγεν τοῦ ποιητοῦ τῆς διανοίας ἐξηγητὴς μόνον οὐχὶ βοῶντα λέγειν τὸν Ὅμηρον: ὅτι ἀρετῆς ὑμῖν ἐπιμελητέον, ἄνθρωποι, καὶ ναυαγήσαντι συνεκνήχεται καὶ ἐπὶ τῆς χέρσου γενόμενον 6 γυμνὸν τιμιώτερον ἀποδείξει τῶν εὐδαιμόνων Φαιάκων. [9] καὶ γὰρ οὕτως ἔχει. τὰ μὲν ἄλλα τῶν κτημάτων, οὐ μᾶλλον τῶν ἐχόντων καὶ οὑτινοσοῦν τῶν ἐπιτυχόντων ἐστὶν ὥσπερ ἐν παιδιᾷ κύβων τῇδε κἀκεῖσε μεταβαλλόμενα: μόνη δὲ κτημάτων ἀρετὴ ἀναφαίρετον καὶ ζῶντι καὶ τελευτήσαντι παραμένουσα. ὅθεν δὴ καὶ Σόλων μοι δοκεῖ πρὸς τοὺς εὐπόρους εἰπεῖν τό: Ἀλλ̓ ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα Τῆς ἀρετῆς τὸν πλοῦτον, ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεί, Χρήματα δ̓ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει. [10] Παραπλήσια δὲ τούτοις καὶ τὰ Θεόγνιδος, ἐν οἷς φησι τὸν θεόν, ὅντινα δὴ καί φησι, τοῖς ἀνθρώποις τὸ τάλαντον ἐπιρρέπειν ἄλλοτε ἄλλως: ἄλλοτε μὲν πλουτεῖν, ἄλλοτε δὲ μηδὲν ἔχειν. [11] Καὶ μὴν καὶ Κεῖός που σοφιστὴς Πρόδικος τῶν ἑαυτοῦ συγγραμμάτων ἀδελφὰ τούτοις εἰς ἀρετὴν καὶ κακίαν ἐφιλοσόφησεν: δὴ καὶ [p. 398] αὐτῷ τὴν διάνοιαν προσεκτέον: οὐ γὰρ ἀπόβλητος ἀνήρ. [12] ἔχει δὲ οὕτω πως λόγος αὐτῷ, ὅσα ἐγὼ τοῦ ἀνδρὸς τῆς διανοίας μέμνημαι, ἐπεὶ τά γε ῥήματα οὐκ ἐπίσταμαι, πλήν γε δὴ ὅτι ἁπλῶς οὕτως εἴρηκεν ἄνευ μέτρου, ὅτι νέῳ ὄντι τῷ Ἡρακλεῖ κομιδῇ καὶ σχεδὸν ταύτην ἄγοντι τὴν ἡλικίαν, ἣν καὶ ὑμεῖς νῦν, βουλευομένῳ ποτέραν τράπηται τῶν ὁδῶν, τὴν διὰ τῶν πόνων ἄγουσαν πρὸς ἀρετὴν τὴν ῥᾴστην, προσελθεῖν δύο γυναῖκας, ταύτας δὲ εἶναι Ἀρετὴν καὶ Κακίαν: [13] εὐθὺς μὲν οὖν καὶ σιωπώσας ἐμφαίνειν ἀπὸ τοῦ σχήματος τὸ διάφορον: εἶναι γὰρ τὴν μὲν ὑπὸ κομμωτικῆς διεσκευασμένην εἰς κάλλος, καὶ ὑπὸ τρυφῆς διαρρεῖν, καὶ πάντα ἐσμὸν ἡδονῆς ἐξηρτημένην ἄγειν: ταῦτά τε οὖν δεικνύναι, καὶ ἔτι πλείω τούτων ὑπισχνουμένην, ἕλκειν ἐπιχειρεῖν τὸν Ἡρακλέα πρὸς ἑαυτήν: [14] τὴν δ̓ ἑτέραν κατεσκληκέναι καὶ αὐχμεῖν καὶ σύντονον βλέπειν καὶ λέγειν τοιαῦτα ἕτερα: ὑπισχνεῖσθαι γὰρ οὐδὲν ἀνειμένον οὐδὲ ἡδύ, ἀλλ̓ ἱδρῶτας μυρίους καὶ πόνους καὶ κινδύνους διὰ πάσης ἠπείρου τε καὶ θαλάσσης: ἆθλον δὲ τούτων εἶναι θεὸν γενέσθαι, ὡς ἐκείνου λόγος: ᾗπερ δὴ 7 καὶ τελευτῶντα τὸν Ἡρακλέα ξυνέπεσθαι.

1 h(min editio Basil. et duo MSS.

2 a)qro/on ali#3ui MSS.

3 dexo/meqa ali#3ui MSS.

4 mo/non om. codex Oliv. et Colb. tertius.

5 ei)s e)kei=non Colb. duo.

6 gumno\n o)fqe/nta Colb. tertius.

7 ou)=n add. unus Colb.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: