previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7. Τοιαῦτ᾽ ἄττα Βουδουῖκα δημηγορήσασα ἐπῆγε τοῖς Ῥωμαίοις τὴν στρατιάν: ἔτυχον γὰρ ἄναρχοι ὄντες διὰ τὸ Παυλῖνον τὸν ἡγεμόνα σφῶν εἰς νῆσόν τινα Μῶνναν ἀγχοῦ τῆς Βρεττανίας κειμένην ἐπιστρατεῦσαι. διὰ τοῦτο πόλεις τε δύο Ῥωμαϊκὰς ἐξεπόρθησε καὶ διήρπασε καὶ φόνον ἀμύθητον, ὡς ἔφην, εἰργάσατο: τοῖς τε ἁλισκομένοις ἀνθρώποις ὑπ᾽ αὐτῶν οὐδὲν τῶν [2] δεινοτάτων ἔστιν τι οὐκ ἐγίνετο. καὶ δὴ δεινότατον καὶ θηριωδέστατον ἔπραξαν: τὰς γὰρ γυναῖκας τὰς εὐγενεστάτας καὶ εὐπρεπεστάτας γυμνὰς ἐκρέμασαν, καὶ τοὺς τε μαστοὺς αὐτῶν περιέτεμον καὶ τοῖς στόμασί σφων προσέρραπτον, ὅπως ὡς καὶ ἐσθίουσαι αὐτοὺς ὁρῷντο, καὶ μετὰ τοῦτο πασσάλοις ὀξέσι διὰ παντὸς ποῦ σώματος [3] κατὰ μῆκος ἀνέπειραν. καὶ ταῦτα πάντα, θύοντές τε ἅμα καὶ ἑστιώμενοι καὶ 1 ὑβρίζοντες, ἔν τε τοῖς ἄλλοις σφῶν ἱεροῖς καὶ ἐν τῷ τῆς Ἀνδάτης μάλιστα ἄλσει ἐποίουν. οὕτω τε 2 γὰρ τὴν Νίκην ὠνόμαζον, καὶ ἔσεβον αὐτὴν περιττότατα. ”

1 kai\ *w, om. C.

2 te *w, kai\ C.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: