previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

17. καὶ ταῦτα οὐκ ἐν μιᾷ μόνον ἀλλ᾽ ἐπὶ πλείους καὶ ἡμέρας καὶ νύκτας ὁμοίως ἐγίνετο. καὶ πολλοὶ μὲν οἶκοι ἔρημοι τοῦ βοηθήσοντός σφισιν ἀπώλοντο, πολλοὶ δὲ καὶ ὑπ᾽ αὐτῶν τῶν ἐπικουρούντων προσκατεπρήσθησαν: οἱ γὰρ στρατιῶται, οἵ τε ἄλλοι καὶ οἱ νυκτοφύλακες, πρὸς τὰς ἁρπαγὰς ἀφορῶντες οὐχ ὅσον οὐ κατεσβέννυσάν [2] τινα ἀλλὰ καὶ προσεξέκαιον. τοιούτων 1 δὲ δὴ ἄλλων ἄλλοθι συμβαινόντων, ὑπέλαβέ ποτε τὸ πῦρ ἄνεμος καὶ ἐπὶ τὰ λοιπὰ ὁμοῦ 2 πάντα ἤγαγεν, ὥστε σκευῶν μὲν πέρι οἰκιῶν μηδένα μηδὲν ἔτι φροντίσαι, πάντας δὲ τοὺς λοιποὺς ἑστῶτάς που ἐν ἀσφαλεῖ τινι ὁρᾶν ὥσπερ νήσους [3] τινὰς καὶ πόλεις ἅμα πολλὰς φλεγομένας, καὶ ἐπὶ μὲν τοῖς σφετέροις μηδὲν ἔτι λυπεῖσθαι, τὸ δὲ δημόσιον ὀδυρομένους ἀναμιμνήσκεσθαι ὅτι καὶ πρότερόν ποτε οὕτως ὑπὸ τῶν Γαλατῶν τὸ πλεῖον

1 toiou/twn *w, tw=n C.

2 o(mou= C, h(mw=n V.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: