previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

25. τῷ δ᾽ ἐπιόντι ἔτει ὕπατοι μὲν Μᾶρκος τε Οὐινίκιος δεύτερον καὶ Στατίλιος Κορουῖνος 1 ἦρξαν, Κλαύδιος δὲ αὐτὸς μὲν πάντα τὰ εἰθισμένα [p. 430] διώμοσε, τοὺς δ᾽ ἄλλους ἐκώλυσε κατ᾽ ἄνδρα [2] ὀμόσαι: καὶ οὕτως εἷς 2 τις τῶν στρατηγούντων, ὥσπερ ποτέ, καὶ ἕτερος τῶν δημαρχούντων, ἀπό τε τῶν ἄλλων ὡς ἑκάστων εἷς, ἐξῆρξε τῶν ὅρκων τοῖς ὁμοίοις. καὶ τοῦτο καὶ ἐπὶ πλείω ἔτη ἐπράχθη. ἐπειδή τε πόλις πολλῶν εἰκόνων ἐπληροῦτο ῾ἐξῆν γὰρ ἀνέδην 3 τοῖς βουλομένοις ἐν γραφῇ καὶ ἐν χαλκῷ λίθῳ τε δημοσιεύεσθαἰ, [3] τάς τε πλείους αὐτῶν ἑτέρωσέ ποι μετέθηκε, καὶ ἐς τὸ ἔπειτα ἀπηγόρευσε 4 μηδενὶ ἰδιώτῃ, ἂν μὴ βουλὴ ἐπιτρέψῃ, τοῦτο ποιεῖν ἐξεῖναι, πλὴν εἴ τις ἔργον τι ᾠκοδομηκὼς εἴη καὶ κατασκευάσαιτο: τούτοις γὰρ δή, τοῖς τε συγγενέσιν αὐτῶν, [4] ἵστασθαι ἐν τοῖς χωρίοις ἐκείνοις ἐφῆκε. καί τινα ἐπὶ δώροις τῶν ἀρξάντων τινὸς ἔθνους φυγαδεύσας, πάνθ᾽ ὅσα ἐν τῇ ἀρχῇ ἐπεκτήσατο ἐδήμευσεν. ὅπως τε μὴ διακρούοιντο οἱ τοιοῦτοι τοὺς ἐθέλοντάς σφισι δικάζεσθαι, οὐδενὶ ἀρχὴν [5] ἐπ᾽ ἀρχῇ παραχρῆμα ἐδίδου. τοῦτο γὰρ ἐνενόμιστο μὲν καὶ πρότερον, ἵνα ἀπροφασίστως τις αὐτοῖς ἐν τῷ μεταξὺ χρόνῳ λαγχάνῃ ῾οὐδὲ γὰρ οὐδὲ τοῖς παριεμένοις τὰς ἐκδημίας ποι 5 ἐπετρέπετο ἐπαλλήλας 6 ποιεῖσθαι, ὅπως εἰ δή τι πλημμελήσειαν, μὴ προσλαμβάνοιεν, οἱ μὲν ἐκ τῶν ἀρχῶν οἱ δὲ ἐκ τῶν ἀποδημιῶν, τὸ ἀνεύθυνον᾽, [6] ἐξελελοίπει δέ. καὶ οὕτω γε ἀκριβῶς ἑκάτερον [p. 432] αὐτῶν ἐφύλαττεν ὥστε μηδὲ παρεδρεύσαντά τινι ἐπιτρέψαι ἐς ἡγεμονίαν εὐθὺς ἔθνους ἐπιβάλλουσάν οἱ κληροῦσθαι, καίτοι καὶ ἐπὶ δύο ἔτη τινὰς ἐῶν αὐτῶν ἄρχειν, αἱρετούς τε ἔστιν οὓς πέμπων. τοῖς δ᾽ οὖν αἰτουμένοις ὥστε ἔξω τῆς Ἰταλίας ἀποδημῆσαι ἐφίει μὲν καὶ καθ᾽ ἑαυτὸν ἄνευ τῆς βουλῆς, τοῦ γε μὴν καὶ νόμῳ τινὶ αὐτὸ 7 [7] δοκεῖν ποιεῖν δόγμα γενέσθαι ἐκέλευσε. καὶ τοῦτο μὲν καὶ τῷ ὑστέρῳ ἔτει ἐψηφίσθη: τότε δὲ τήν τε πανήγυριν τὴν εὐκταίαν, ἣν τῆς στρατείας 8 αὑτοῦ 9 ἕνεκα προϋπέσχητο, διέθηκε καὶ τῷ δήμῳ τῷ σιτοδοτουμένῳ πέντε μὲν καὶ ἑβδομήκοντα δραχμὰς ἅπασι διέδωκεν, ἔστι δ᾽ οἷς καὶ πλέον, ὥστε καὶ ἐς τριακοσίας καὶ δώδεκα [8] καὶ ἡμίσειάν τισι γενέσθαι. οὐ μέντοι καὶ πάντα αὐτὸς διένειμεν, ἀλλὰ καὶ οἱ γαμβροὶ αὐτοῦ, ἐπειδήπερ ἐπὶ πλείους ἡμέρας διάδοσις ἐγένετο καὶ ἠθέλησε καὶ δικάσαι ἐν ταύταις. τοῖς τε Κρονίοις τὴν πέμπτην ἡμέραν τὴν καταδειχθεῖσάν τε ὑπὸ τοῦ Γαΐου καὶ μετὰ τοῦτο καταλυθεῖσαν ἀπέδωκε. ”

1 *koroui=nos Leuncl. koroui/nios L'.

2 ei(=s H. Steph., ei)/ L'.

3 a)ne/dhn Leuncl., a)nai/dhn L'.

4 a)phgo/reuse R. Steph., a)nhgo/reuse L'.

5 poi Leuncl., oi(=s poi L'.

6 e)pallh/las Reim., e)p' a)llh/lais L'.

7 au)to\ R. Steph., au)to\n L'.

8 stratei/as H. Steph., stratia=s L'.

9 au(tou= Reim., au)tou= L'.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: