previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1.Κλαύδιος δὲ αὐτοκράτωρ ὧδε ἐγένετο. μετὰ γὰρ τὴν ἀναίρεσιν τοῦ Γαΐου φύλακας ἑκασταχόσε τῆς πόλεως οἱ ὕπατοι διαπέμψαντες τήν τε βουλὴν ἐς τὸ Καπιτώλιον ἤθροισαν, καὶ πολλαὶ καὶ ποικίλαι γνῶμαι ἐλέχθησαν: τοῖς μὲν γὰρ δημοκρατεῖσθαι τοῖς δὲ μοναρχεῖσθαι ἐδόκει, καὶ οἱ [2] μὲν τὸν οἱ δὲ τὸν ᾑροῦντο. καὶ διὰ τοῦτο τὴν ἡμέραν τὴν λοιπὴν καὶ τὴν νύκτα πᾶσαν κατέτριψαν μηδὲν τελειώσαντες. κἀν τούτῳ στρατιῶταί τινες ἐς τὸ παλάτιον, ὅπως τι συλήσωσιν, ἐσελθόντες εὗρον τὸν Κλαύδιον ἐν γωνίᾳ που [3] σκοτεινῇ κατακεκρυμμένον ῾συνῆν τε γὰρ τῷ Γαΐῳ τοῦ θεάτρου ἐξερχομένῳ 1 καὶ τότε τὴν ταραχὴν φοβηθεὶς ὑπέπτηξἐ, καὶ αὐτὸν τὸ μὲν πρῶτον ὡς καὶ ἄλλον τινὰ ὄντα ἔχοντά τι ἐξείλκυσαν, ἔπειτα δὲ γνωρίσαντες 2 αὐτοκράτορά τε 3 προσηγόρευσαν καὶ ἐς τὸ στρατόπεδον αὐτὸν ἤγαγον, κἀκ τούτου μετὰ τῶν ἄλλων, οἷα τοῦ τε βασιλικοῦ γένους ὄντι καὶ ἐπιεικεῖ νομιζομένῳ, πᾶν τὸ κράτος αὐτῷ ἔδωκαν. εἰ γὰρ καὶ ἀνεδύετο καὶ ἀντέλεγεν, ἀλλ᾽ ὅσον ἐξίστατο καὶ ἀντέκειτο τοσοῦτον μᾶλλον ἀντεφιλονείκουν οἱ στρατιῶται μὴ παρ᾽ ἑτέρων λαβεῖν αὐτοκράτορα, ἀλλ᾽ αὐτοὶ δοῦναι πᾶσι. διὸ καὶ ἄκων, ὡς ἐδόκει, ὑπέκυψε. [p. 368] [4] οἱ δ᾽ ὕπατοι τέως μὲν ἄλλους τε 4 καὶ δημάρχους πέμποντες ἀπηγόρευον αὐτῷ μηδὲν τοιοῦτον ποιεῖν, ἀλλ᾽ ἐπί τε τῷ δήμῳ καὶ τῇ βουλῇ καὶ τοῖς νόμοις γενέσθαι: ἐπεὶ δὲ αὐτοὺς οἱ συνόντες σφίσι στρατιῶται ἐγκατέλιπον, τότε δὴ καὶ αὐτοὶ ὡμολόγησαν, καὶ τὰ λοιπὰ ὅσα ἐς τὴν αὐταρχίαν αὐτοῦ 5 ἥκοντα ἦν αὐτῷ ἐψηφίσαντο. ”

1 tou= qea/trou e)cerxome/nw| Zon., om. Xiph.

2 gnwri/santes *wL', gnw/santes C.

3 te Zon., om. Xiph.

4 me\n a)/llous te Bk., a)/llous me\n Xiph.

5 au)tou= om. L'.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: