previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

24. τήν τε Ἀχαΐαν καὶ τὴν Μακεδονίαν αἱρετοῖς ἄρχουσιν, ἐξ οὗπερ Τιβέριος ἦρξε, διδομένας ἀπέδωκεν Κλαύδιος τότε τῷ κλήρῳ: καὶ τοὺς στρατηγοὺς τοὺς ἐπὶ τῆς διοικήσεως καταλύσας [2] ταμίαις αὐτὴν 1 κατὰ τὸ ἀρχαῖον ἐπέτρεψεν, οὐχ ὥστε καὶ ἐτησίους σφᾶς, ὅπερ ἐπί τε ἐκείνων πρότερον καὶ ἐπὶ τῶν στρατηγῶν μετὰ ταῦτα ἐγίγνετο, ἄρχειν, ἀλλ᾽ οἱ δύο οἱ αὐτοὶ τρία ὅλα ἔτη αὐτὴν διῴκουν, καὶ οἱ μὲν στρατηγίας εὐθὺς ἐλάμβανον, οἱ δὲ καὶ μισθὸν ἔφερον ὅπως ποτὲ [3] καὶ ἔδοξαν ἄρξαι. τοῖς μὲν οὖν ταμίαις τὴν [p. 428] διοίκησιν ἀντὶ τῶν ἀρχῶν τῶν 2 ἐν τῇ Ἰταλίᾳ ἔξω τῆς πόλεως ἀντέδωκε ῾πάσας γὰρ αὐτὰς ἔπαυσἐ, τοῖς δὲ δὴ στρατηγοῖς δίκας τινάς, ἃς πρότερον οἱ ὕπατοι διεδίκαζον, ἀντενεχείρισε. τοῖς τε στρατευομένοις, ἐπειδὴ γυναῖκας οὐκ ἐδύναντο ἔκ γε τῶν νόμων ἔχειν, τὰ τῶν γεγαμηκότων [4] δικαιώματα ἔδωκε. καὶ Μάρκῳ Ἰουλίῳ Κοττίῳ τὴν πατρῴαν ἀρχήν, ἣν ἐπὶ τῶν Ἄλπεων τῶν ὁμωνύμων εἶχε, προσεπηύξησε, βασιλέα αὐτὸν τότε πρῶτον ὀνομάσας. τῶν τε Ῥοδίων τὴν ἐλευθερίαν ἀφείλετο, ὅτι Ῥωμαίους τινὰς ἀνεσκολόπισαν. [5] καὶ Οὐμβώνιον Σιλίωνα 3 ἄρχοντα Βαιτικῆς μεταπέμψας ἐξέωσεν ἐκ τοῦ συνεδρίου ὡς καὶ σῖτον ὀλίγον τοῖς ἐν τῇ Μαυριτανίᾳ στρατευομένοις ἀποστείλαντα: τοῦτο γὰρ κατηγορήθη, ἐπεὶ τό γε ἀληθὲς οὐχ οὕτως εἶχεν, ἀλλ᾽ [6] ὅτι τισὶ τῶν ἀπελευθέρων προσέκρουσε. καὶ ὃς συνήνεγκε μὲν ἐς τὸ πρατήριον πάντα τὰ ἑαυτοῦ ἔπιπλα, πολλά τε καὶ περικαλλῆ ὄντα, ὡς καὶ πάντα αὐτὰ ἀποκηρύξων, μόνην δὲ δὴ τὴν βουλευτικὴν ἐσθῆτα ἐπώλησεν, ἐνδεικνύμενός σφισι διὰ τούτου ὅτι οὔτε τι δεινὸν πεπονθὼς εἴη καὶ [7] δύναιτο ἰδιωτεύων ἡδέως βιοτεύειν. τότε μὲν δὴ ταῦτ᾽ ἐπράχθη, καὶ τὴν ἀγορὰν τὴν διὰ τῶν ἐννέα ἡμερῶν ἀγομένην ἐς ἑτέραν ἡμέραν ἱερῶν τινων ἕνεκα μετέθεσαν: καὶ τοῦτο καὶ ἄλλοτε πολλάκις ἐγένετο. ”

1 au)th\n Leuncl., au)ta\s L'.

2 a)rxw=n tw=n Reim., a)rxo/ntwn L'.

3 *sili/wna R. Steph., silli/wna L'.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: