previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

19. ἐν τούτοις τοῖς τότε κριθεῖσι καὶ Ἆφρος Δομίτιος καὶ κινδύνῳ παραδόξῳ καὶ σωτηρίᾳ θαυμασιωτέρᾳ ἐχρήσατο. ἤχθετο μὲν γὰρ αὐτῷ καὶ ἄλλως Γάιος, ὅτι ἐπὶ τοῦ Τιβερίου γυναικός τινος τῇ Ἀγριππίνῃ τῇ μητρὶ αὐτοῦ προσηκούσης 1 [2] κατηγορήκει: ἐφ᾽ δὴ ἐκείνη συναντήσασά ποτε αὐτῷ, καὶ μαθοῦσα ὅτι ἐξέστη τῆς ὁδοῦ δι᾽ αἰσχύνην, προσεκαλέσατό τε αὐτὸν καὶ ἔφηθάρσει, 2 Δομίτιε: οὐ γὰρ σύ μοι αἴτιος [p. 318] εἶ, ἀλλ᾽ Ἀγαμέμνων.’ τότε δὲ ἐπειδὴ εἰκόνα τινὰ αὐτοῦ στήσας ἐπίγραμμα αὐτῇ ἐπέγραψε δηλῶν ὅτι ἕβδομον καὶ εἰκοστὸν ἔτος 3 ἄγων [3] δεύτερον ὑπατεύοι, ἠγανάκτησεν ὡς καὶ προφέροντός οἱ αὐτοῦ τό τε μειρακιῶδες καὶ τὸ παράνομον, καὶ εὐθὺς ἐπὶ τούτῳ, ἐφ᾽ καὶ τιμηθήσεσθαι προσεδόκησεν, ἔς τε τὸ συνέδριον αὐτὸν ἐσήγαγε καὶ λόγον κατ᾽ αὐτοῦ μακρὸν ἀνέγνω: ἄλλως τε γὰρ προέχειν ἁπάντων τῶν ῥητόρων ἠξίου, καὶ ἐκεῖνον δεινότατον εἰπεῖν εἰδὼς ὄντα [4] ὑπερβαλεῖν ἐσπούδασε. πάντως τ᾽ ἂν αὐτὸν ἀπέκτεινεν, εἰ καὶ ἐφ᾽ ὁποσονοῦν ἀντεπεφιλοτίμητο. νῦν δὲ ἀντεῖπε μὲν οὐδὲν οὐδὲ ἀπελογήσατο οὐδέν, θαυμάζειν δὲ δὴ καὶ καταπεπλῆχθαι τὴν δεινότητα τοῦ Γαΐου προσποιησάμενος, τήν τε κατηγορίαν καθ᾽ ἓν ἕκαστον ἐπιλέγων, ὥσπερ [5] τις ἀκροατὴς ἀλλ᾽ οὐχ ὑπεύθυνος ὤν, ἐπῄνει, καὶ ἐπειδὴ λόγος αὐτῷ ἐδόθη, πρὸς ἀντιβολίαν καὶ ὀλοφυρμὸν ἐτράπετο, καὶ τέλος ἔς τε τὴν γῆν κατέπεσε καὶ χαμαὶ κείμενος ἱκέτευσεν ὡς καὶ τὸν ῥήτορα αὐτοῦ 4 μᾶλλον τὸν Καίσαρα φοβούμενος. καὶ οὕτως ἐκεῖνος, ὁρῶν τε ταῦτα καὶ ἀκούων, διεχύθη, πιστεύσας ὄντως τῇ τῶν λόγων [6] παρασκευῇ κεκρατηκέναι αὐτοῦ: καὶ διά τε τοῦτο καὶ διὰ Κάλλιστον τὸν ἀπελεύθερον, ὃν αὐτός τε ἐτίμα καὶ Δομίτιος ἐτεθεραπεύκει, ἐπαύσατο [p. 320] ὀργιζόμενος. καὶ τῷ γε Καλλίστῳ αἰτιασαμένῳ αὐτὸν ὕστερον ὅτι καὶ τὴν ἀρχὴν αὐτοῦ κατηγόρησεν, ἀπεκρίνατο ὅτιοὐκ ἔδει με τοιοῦτον [7] λόγον ἀποκεκρύφθαι.’ Δομίτιος μὲν δὴ καταγνωσθεὶς μηκέτι δεινὸς εἶναι λέγειν ἐσώθη: δὲ δὴ Σενέκας 5 Ἀνναῖος 6 7 Λούκιος, πάντας μὲν τοὺς καθ᾽ ἑαυτὸν Ῥωμαίους πολλοὺς δὲ καὶ ἄλλους σοφίᾳ ὑπεράρας, διεφθάρη παρ᾽ ὀλίγον μήτ᾽ ἀδικήσας τι μήτε δόξας, ὅτι δίκην τινὰ ἐν [8] τῷ συνεδρίῳ παρόντος αὐτοῦ καλῶς εἶπε. τοῦτον μὲν οὖν ἀποθανεῖν κελεύσας ἀφῆκε, γυναικί τινι ὧν ἐχρῆτο πιστεύσας ὅτι φθόῃ 8 τε ἔχοιτο κακῶς καὶ οὐκ ἐς μακρὰν τελευτήσοι. ”

1 proshkou/shs Xiph., proshkou/shi M.

2 qa/rsei exc. Vat., qa/rrei M Xiph.

3 e)/tos a)/gwn Xiph. exc. Vat., a)/gwn M.

4 au)tou= M Xiph., om. Zon. exc. Vat.

5 *sene/kas exc. Vat., senne/kas M Xiph.

6 *)annai=os Bs., a)/nnios M, a)/nios Xiph., a)/nneos or a)/nneas exc. Vat.

7 o( supplied by Bk.

8 fqo/h| Xiph., fqo/hs M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: