previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1.περὶ μὲν οὖν τοῦ Τιβερίου ταῦτα παραδέδοται, διεδέξατο δὲ αὐτὸν Γάιος τοῦ Γερμανικοῦ καὶ τῆς Ἀγριππίνης παῖς, ὃν καὶ Γερμανικὸν καὶ Καλιγόλαν, 1 ὥσπερ εἶπον, ἐπωνόμαζον. ἐκεῖνος μὲν γὰρ καὶ τῷ Τιβερίῳ τῷ ἐγγόνῳ τὴν αὐταρχίαν [2] κατέλιπεν: δὲ δὴ Γάιος τὰς διαθήκας αὐτοῦ ἐς τὸ συνέδριον διὰ τοῦ Μάκρωνος ἐσπέμψας ἀκύρους ὑπό τε τῶν ὑπάτων καὶ ὑπὸ τῶν ἄλλων τῶν προπαρεσκευασμένων οἱ, ὡς καὶ [p. 262] παραφρονήσαντος, ἐποίησεν, ὅτι παιδίῳ, μηδὲ ἐσελθεῖν ἐς τὸ βουλευτήριον ἐξῆν, ἄρχειν σφᾶς [3] ἐπέτρεψε. τότε τε οὖν παραχρῆμα οὕτως αὐτὸν τῆς ἀρχῆς παρέλυσε, καὶ μετὰ τοῦτο ποιησάμενος ἀπέκτεινε, καίπερ Τιβέριος πολλαχῇ τὰ αὐτὰ γράψας, ὡς καὶ ἰσχύν τινα παρὰ τοῦτο ἕξοντα, κατέλιπε, καὶ πάντα τότε ἐκεῖνα ὑπὸ τοῦ Μάκρωνος ἐν τῇ γερουσίᾳ ἀνεγνώσθη. ἀλλ᾽ οὐδὲν γὰρ οὔτε πρὸς τὴν ἀγνωμοσύνην οὔτε πρὸς τὴν δύναμιν τῶν διαδεχομένων τινὰ ἐπίσκηψίς [4] τις ἰσχύει. ταὐτὸ 2 οὖν Τιβέριος ἔπαθεν ὅπερ τὴν μητέρα ἐπεποιήκει, πλὴν καθ᾽ ὅσον αὐτὸς μὲν οὐδὲν οὐδενὶ ἐκ τῶν ἐκείνης διαθηκῶν ἀπήλλαξε, τὰ δ᾽ ὑπ᾽ αὐτοῦ καταλειφθέντα πᾶσι πλὴν τοῦ ἐγγόνου αὐτοῦ ἀπεδόθη. ἀφ᾽ οὗπερ κατάδηλον οὐχ ἥκιστα ἐγένετο ὅτι διὰ τὸ παιδίον πᾶν τὸ κατὰ τὰς διαθήκας [5] αἰτίαμα συνεσκευάσθη. ἐξῆν μὲν γὰρ αὐτῷ μὴ ἐκφῆναί σφας ῾οὐ γάρ που τὰ γεγραμμένα ἠγνόησεν᾽: ἐπεὶ δὲ πολλοί τε αὐτὰ ᾔδεσαν, καὶ ἔμελλεν ἐκ μὲν τοῦ αὐτὸς 3 ἐκ δὲ τοῦ βουλὴ τὴν αἰτίαν, ὥς γε καὶ ἐδόκει, λήψεσθαι, ἀνατρέψαι μάλλον αὐτὰς δι᾽ ἐκείνης συγκρύψαι

1 *kaligo/lan H. Steph., kalligo/lan M (but sith one l in lvii. 5, 6).

2 tau)to\ Reim., tau=ta M.

3 au)to\s Oddey, o( au)/goustos M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: