previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

33. ἀγχωμάλου οὖν ἐπὶ πολὺ τῆς ναυμαχίας 1 οὔσης καὶ μηδετέρων ὑπερέχειν πῃ δυναμένων τέλος τοιόνδε τι ἐγένετο. Κλεοπάτρα κατόπιν τῶν μαχομένων ἀποσαλεύουσα οὐκ ἤνεγκε τὴν πολλὴν [2] καὶ ἄκριτον τοῦ ἀδήλου μέλλησιν, ἀλλ᾽ ἀποκναισθεῖσα, [p. 508] ἀπό τε τοῦ γυναικείου καὶ ἀπὸ τοῦ Αἰγυπτίου, τῇ τε ἐπὶ πολὺ μετεώρῳ ἀγωνίᾳ καὶ τῇ ἀεὶ ἐφ᾽ ἑκάτερα περιδεεῖ προσδοκίᾳ αὐτή τε ἐς φυγὴν ἐξαπιναίως ὥρμησε καὶ τοῖς ἄλλοις τοῖς ὑπηκόοις [3] σημεῖον ἦρε. καὶ οὕτω τά τε ἱστία αὐτῶν εὐθὺς ἀραμένων καὶ ἐς τὸ πέλαγος ἀφέντων, ἀνέμου τινὸς κατὰ τύχην φοροῦ συμβάντος, νομίσας Ἀντώνιος οὐχ ὑπὸ τῆς Κλεοπάτρας αὐτοὺς ἐκ παραγγέλσεως ἀλλ᾽ ὑπὸ δέους ὡς καὶ νενικημένους [4] φεύγειν ἐφέσπετό σφισι. γενομένου δὲ τούτου καὶ οἱ λοιποὶ στρατιῶται καὶ ἠθύμησαν καὶ ἐταράχθησαν, καὶ προσαποδρᾶναι 2 καὶ αὐτοὶ τρόπον τινὰ ἐθελήσαντες οἱ μὲν τὰ ἱστία ᾖρον, 3 οἱ δὲ τούς τε πύργους καὶ τὰ ἔπιπλα ἐς τὴν θάλασσαν [5] ἐρρίπτουν, ὅπως κουφίσαντες διαφύγωσι. καὶ αὐτοῖς περὶ ταῦτα ἔχουσιν οἱ ἐναντίοι προσπεσόντες ῾τοὺς γὰρ φεύγοντας, ἅτε καὶ ἄνευ ἱστίων ὄντες καὶ πρὸς τὴν ναυμαχίαν μόνην παρεσκευασμένοι, οὐκ ἐπεδίωξαν᾽ πολλοὶ 4 ἑκάστῃ νηὶ καὶ ἕκαθεν καὶ ἐν χρῷ ἐμαχέσαντο, ὥστε καὶ ποικιλώτατον καὶ ὀξύτατον ἀπ᾽ ἀμφοτέρων ὁμοίως τὸν ἀγῶνα [6] γενέσθαι. οἱ μὲν γὰρ τά τε κάτω τῶν νεῶν πάντα πέριξ ἐκακούργουν καὶ τὰς κώπας συνέθραυον τά τε πηδάλια ἀπήραττον, καὶ ἐπαναβαίνοντες ἐπὶ τὰ καταστρώματα τοὺς μὲν κατέσπων ἀντιλαμβανόμενοι 5 τοὺς δὲ ἐώθουν, τοῖς δὲ ἐμάχοντο ἅτε [7] καὶ ἰσοπληθεῖς αὐτοῖς ἤδη ὄντες: οἱ δὲ τοῖς τε κοντοῖς σφᾶς διεωθοῦντο 6 καὶ ταῖς ἀξίναις ἔκοπτον, [p. 510] πέτρους τε καὶ ἄλλους τινὰς ὄγκους ἐπ᾽ αὐτὸ τοῦτο παρεσκευασμένους ἐπικατέβαλλον, καὶ τούς τε ἀναβαίνοντας ἀπεκρούοντο καὶ τοῖς ἐς χεῖρας [8] ἰοῦσι συνεφέροντο. εἴκασεν ἄν τις ἰδὼν τὰ γιγνόμενα, ὡς μικρὰ μεγάλοις ὁμοιῶσαι, τείχεσί τισιν καὶ νήσοις πολλαῖς καὶ πυκναῖς ἐκ θαλάσσης πολιορκουμέναις. οὕτως οἱ μὲν ἐπιβῆναί τε τῶν σκαφῶν ὥσπερ ἠπείρου 7 καὶ ἐρύματός τινος ἐπειρῶντο, καὶ πάντα τὰ ἐς τοῦτο φέροντα σπουδῇ προσῆγον: οἱ δὲ ἀπεωθοῦντο αὐτούς, τι ποτὲ ἐν τῷ τοιούτῳ φιλεῖ δρᾶσθαι μηχανώμενοι.

1 naumaxi/as M, maxi/as V.

2 prosapodra=nai Rk., pws a)podra=nai *wM.

3 h)=|ron Polak, h)/geiron *wM.

4 polloi\ Bk., polloi/ te *wM.

5 a)ntilambano/menoi R. Steph., a)ntikatabano/menoi *wM.

6 diewqou=nto Bk., diwqou=nto *wM.

7 h)pei/rou Bk., e)p' h)pei/rou *wM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: