previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

13. δ᾽ οὖν Ἀντώνιος ἐπειδὴ τάχιστα τὴν τοῦ Καίσαρος ἄφιξιν ἐπύθετο, οὐκ ἐμέλλησεν ἀλλ᾽ ἐς τὸ Ἄκτιον μετὰ τῶν συνόντων οἱ ἠπείχθη. καὶ ἦλθε μὲν οὐ πολλῷ ὕστερον, οὐ μέντοι καὶ ἐς [2] ἀγῶνα εὐθὺς κατέστη, καίτοι ἐκείνου τόν τε πεζὸν πρὸ τοῦ στρατοπέδου σφῶν συνεχῶς προπαρατάσσοντος καὶ ταῖς ναυσὶ πολλάκις σφίσιν ἐπιπλέοντος, τάς τε ὁλκάδας αὐτῶν κατάγοντος, ὅπως πρὶν πᾶσαν τὴν δύναμιν αὐτῷ συνελθεῖν, μόνοις [3] τοῖς τότε παροῦσίν οἱ συμμίξῃ: ἐκ γὰρ αὐτοῦ τούτου οὐκ ἠθέλησεν ἐς ἅπαν 1 ἀναρρῖψαι, ἀλλὰ [p. 464] πείραις καὶ ἀκροβολισμοῖς ἐπὶ πολλὰς ἡμέρας ἐχρήσατο, μέχρις οὗ τὰ στρατεύματα συνελέξατο. τούτοις δέ, ἄλλως τε καὶ τοῦ Καίσαρος μηκέθ᾽ ὁμοίως ἐγκειμένου, τόν τε πορθμὸν ἐπιδιέβη καὶ [4] οὐ πόρρω αὐτοῦ ἐστρατοπεδεύσατο, κἀκ τούτου καὶ ἱππικὸν περὶ τὸν κόλπον περιπέμψας ἀμφοτέρωθεν αὐτῷ προσήδρευεν. οὖν Καῖσαρ αὐτὸς μὲν ἡσύχαζε καὶ οὐδένα ἔτι κίνδυνον αὐθαίρετον ἀνῃρεῖτο, ἐς δὲ δὴ τὴν Ἑλλάδα τήν τε Μακεδονίαν ἔπεμψέ τινας, ὅπως τὸν Ἀντώνιον πρὸς ἐκεῖνα [5] ἀπαγάγῃ. καὶ οἱ μὲν ταῦτ᾽ ἔπραττον, Ἀγρίππας δὲ τότε μὲν τήν τε Λευκάδα καὶ τὰ ἐν αὐτῇ σκάφη αἰφνιδίως ἐπεσπλεύσας ἔλαβε, καὶ Πάτρας εἷλε Κύιντον Νασίδιον 2 ναυμαχίᾳ νικήσας, ὕστερον δὲ καὶ τὴν Κόρινθον παρεστήσατο. ὡς οὖν ταῦτά τε συνέβη, καὶ Τίτιος Μᾶρκος τε Ταῦρος Στατίλιος τό τε ἱππικὸν τοῦ Ἀντωνίου ἐξαίφνης ἐπεκδραμόντες ἐκράτησαν καὶ Φιλάδελφον βασιλέα [6] Παφλαγονίας προσεποιήσαντο, κἀν τούτῳ καὶ Δομίτιος Γναῖος ἀχθεσθείς τι τῇ Κλεοπάτρᾳ μετέστη, — καὶ χρήσιμος μὲν οὐδὲν τῷ Καίσαρι ἐγένετο ῾νοσήσας γὰρ οὐκ ἐς μακρὰν ἐτελεύτησεν᾽, ἔδοξε δ᾽ οὖν 3 ὡς καὶ κατεγνωκὼς τῶν πραγμάτων παρ᾽ οἷς ἦν ηὐτομοληκέναι ῾καὶ [7] γὰρ καὶ ἄλλοι αὐτὸν συχνοὶ ἐμιμήσαντὀ, — οὐκέθ᾽ ὁμοίως Ἀντώνιος ἐθάρσει, ἀλλ᾽ ὑπετόπει τε πάντας καὶ ἀπέκτεινεν ἐκ τούτου ἄλλους τε καὶ Ἰάμβλιχον Ἀραβίων τινῶν βασιλέα βασανίσας, Κύιντόν τε Ποστούμιον βουλευτὴν διασπάσασθαί [8] τισιν ἐπιτρέψας. καὶ τέλος φοβηθεὶς μὴ καὶ Δέλλιος Κύιντος τε Ἀμύντας Γαλάτης [p. 466] ῾ἔτυχον δὲ ἐπὶ μισθοφόρους ἔς τε τὴν Μακεδονίαν καὶ ἐς τὴν Θρᾴκην πεπεμμένοἰ τὰ τοῦ Καίσαρος ἀνθέλωνται, ὥρμησε πρὸς αὐτοὺς ὡς καὶ ἐπικουρήσων σφίσιν, ἄν τι πολέμιον προσπέσῃ.

1 a(/pan Bk., au)to\n *wM.

2 *nasi/dion Reim., a)si/dion *wM.

3 d' ou)=n Leuncl., gou=n *wM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: