previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

22. ὅτι οἱ εὐπατρίδαι φανερῶς μὲν οὐ πάνυ πλὴν βραχέων ἐπιθειάζοντές τινα ἀντέπραττον, λάθρᾳ δὲ συχνοὺς τῶν θρασυτάτων ἐφόνευον. ἐννέα γάρ ποτε δήμαρχοι πυρὶ ὑπὸ τοῦ δήμου ἐδόθησαν: ἀλλ᾽ οὔτε τοῦτο τοὺς λοιποὺς ἐπέσχεν, πολλῷ τε 1 πλείονα ἐλπίδα οἱ μετὰ ταῦτα ἀεὶ δημαρχοῦντες ἐκ τῆς ἑαυτῶν φιλονεικίας δέος ἐκ τῆς ἐκείνων συμφορᾶς λαμβάνοντες, οὐκ ἠμβλύνοντο, ἀλλὰ [p. 162] καὶ ἐπὶ μᾶλλον ὑπ᾽ αὐτῶν τούτων ἐθρασύνοντο: [2] τούς τε γὰρ ἀπολλυμένους ἐς δικαίωμα τῆς ὑπὲρ ἑαυτῶν τιμωρίας προεβάλλοντο, καὶ αὐτοὶ μεγάλην ἡδονὴν ἐκ τοῦ καὶ παρὰ δόξαν ἀκινδύνως περιέσεσθαι νομίζειν προσετίθεντο. ὥστε καὶ τῶν εὐπατριδῶν τινας, ἐπειδὴ μηδὲν ἄλλως ἤνυτον, ἐς τὰ τοῦ πλήθους νομίσματα μεταστῆναι: τὴν γὰρ ταπεινότητα αὐτοῦ πολὺ κρείττω 2 πρὸς τὰς τῆς δημαρχικῆς ἰσχύος ἐπιθυμίας τῆς τῶν σφετέρων καλλωπισμάτων ἀσθενείας ἐνόμιζον εἶναι, καὶ μάλισθ᾽ ὅτι καὶ δεύτερον καὶ τρίτον ἐπὶ πλεῖόν τε ἔτι, καίπερ κωλυθὲν τό τινα δὶς 3 τὴν ἀρχὴν λαμβάνειν, συχνοὶ καὶ ἐφεξῆς ἐδημάρχουν.” M. 40 (p. 152).[3] ὅτι ἐς τοῦτο 4 ὅμιλος ὑπ᾽ αὐτῶν τῶν εὐπατριδῶν προήχθη: γάρ τοι ὑπὲρ ἑαυτῶν ἡγοῦντο ποιεῖν, τὸ πολέμους τινὰς ἀεὶ παρασκευάζειν σφίσιν, ὅπως ὑπὸ γε τῶν ἔξωθεν κινδύνων σωφρονεῖν ἀναγκάζωνται, τοῦτο θρασυτέρους αὐτοὺς ἀπειργάζετο: οὔτε γὰρ στρατεύειν, εἰ μὴ λάβοιεν [p. 164] ὧν ἑκάστοτε ἐπωρέγοντο, βουλόμενοι, καὶ ἀπροθύμως ὁπότε ἐξέλθοιεν ἀγωνιζόμενοι πάνθ᾽ ὅσ᾽ ἤθελον ἔπραττον. κἀν τούτῳ καὶ ἀληθῶς οὐκ ὀλίγοι τῶν πλησιοχώρων σφίσι, τῇ ἐκείνων διχοστασίᾳ πλέον τῇ ἑαυτῶν δυνάμει θαρσοῦντες, ἐνεωτέριζον.” M. 41 (p. 152). “ ”

1 pollw=| te Bs., po/lla Ms.

2 krei/ttw supplied by Mai.

3 di\s supplied by v. Hers.

4 o( added by Krebs.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: