previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

21. ὅτι οἱ Φάβιοι ἐπί τε τῷ γένει καὶ τῷ πλούτῳ ὅμοια τοῖς ἀρίστοις φρονοῦντες ὡς τάχιστα αὐτοὺς ἀθυμοῦντας εἶδον: ὅταν γάρ τινες ἐς πολλὰς ἅμα καὶ δυσχερεῖς πράξεις ἐμπέσωσιν, οὔτε τι βούλευμα πρός τε τὸ πλῆθος καὶ πρὸς τὸ ἀθρόον τῶν κινδύνων ἐξευρεῖν δύνανται, καὶ τῶν ἔργων καὶ τὰ πάνυ ῥᾴδια ἀπογιγνώσκουσι, κἀκ τούτου ταῖς τε γνώμαις παρὰ τὸ εἰκὸς καὶ 1 ταῖς δόξαις ἀναπίπτουσι, καὶ τὰ πράγματα ἑκόντες ὡς καὶ μάτην πονήσοντες προΐενται, καὶ τέλος ἐπιτρέψαντές σφας τοῖς ἐκ τοῦ δαιμονίου παραλόγοις ἀναμένουσι πάνθ᾽ ὅσα ἂν συντυχία ἐνέγκῃ.” M. 38 (p. 151).[p. 156] [2] ὅτι οἱ Φάβιοι ἓξ καὶ τριακόσιοι ὄντες ὑπὸ Τυρσηνῶν ἀνῃρέθησαν: καὶ γάρ πως τὸ δι᾽ ἀνδρείας 2 πίστιν ὀγκούμενον ὑπ᾽ αὐτοῦ τοῦ θράσους πολλάκις φθείρεται, τό τε δι᾽ εὐτυχίαν αὐχοῦν ἐς τοὐναντίον ἐκφρονῆσαν ἐκπίπτει.” M. 39 (p. 151).[3] οὓς οἱ Ῥωμαῖοι μειζόνως κατὰ ἀριθμὸν τῶν ἀπογενομένων καὶ ἰδίᾳ καὶ κοινῇ ἐπένθησαν. ἦν μὲν γὰρ ἐκεῖνος ἄλλως τε καὶ ἐν εὐπατρίδαις οὐ σμικρός, πρὸς δὲ δὴ τὴν ἀξίωσιν τό τε φρόνημα αὐτῶν πᾶσάν σφων ἀπολωλέναι τὴν ἰσχὺν ἐνόμιζον. καὶ διὰ τοῦτο τήν τε ἡμέραν ἐν διεφθάρησαν ἐς τὰς μιαρὰς ἐνέγραψαν, καὶ τὰς πύλας δἰ ὧν ἐξεστράτευσαν ἐν ἀτιμίᾳ ἐποιήσαντο, ὥστε μηδένα δι᾽ αὐτῶν ἄρχοντα διιέναι. καὶ Τίτου Μενηνίου τοῦ στρατηγοῦ ῾ἐπὶ γὰρ τούτου τὸ πάθος ἐγένετὀ κατηγορηθέντος ὕστερον ἐν τῷ [p. 158] δήμῳ ὅτι μήτ᾽ 3 ἐκείνοις ἤμυνε 4 καὶ μάχῃ μετὰ τοῦθ᾽ ἡττήθη, κατεψηφίσαντο.” V. 9 (p. 578). “ ”

1 kai\ after ei)ko\s Bk., after gnw/mais Ms.

2 a)ndre(??)s Bk., a)ndrei/an Ms.

3 mh/t' Bk., mh\ Ms.

4 e)kei/nois h)/mune Val., met' e)kei/nois h)/musse (or h)/mnase) Ms.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: