previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

46. Ταῦτ᾽ ἐπὶ τῇ 1 νίκῃ ῾λέγω 2 δὲ οὐ πάντα, ἀλλ᾽ ὅσα ἀξιόλογα εἶναί μοι ἔδοξεν᾽ οὐκ ἐν μιᾷ γε ἡμέρᾳ, ἀλλ᾽ ὥς που καὶ ἔτυχεν, ἄλλο ἄλλῃ ἐκυρώθη: καί σφων Καῖσαρ τοῖς μὲν χρῆσθαι ἤρξατο τοῖς δὲ ἔμελλεν, εἰ καὶ τὰ μάλιστά τινα [2] αὐτῶν παρήκατο. τὴν δ᾽ οὖν ἀρχὴν τὴν ὕπατον 3 παραχρῆμα μέν, καὶ πρὶν ἐς τὴν πόλιν ἐσελθεῖν, ἀνέλαβεν, οὐ μέντοι καὶ διὰ τέλους ἔσχεν, ἀλλ᾽ ἐν τῇ Ῥώμῃ γενόμενος ἀπεῖπέ τε αὐτὴν καὶ τῷ Φαβίῳ τῷ Κυΐντῳ τῷ τε Τρεβωνίῳ τῷ Γαΐῳ ἐνεχείρισε. καὶ ἐπειδή γε Φάβιος τῇ τελευταίᾳ τῆς ὑπατείας ἡμέρᾳ ἀπέθανεν, εὐθὺς ἀντ᾽ αὐτοῦ ἕτερον πρὸς τὰς περιλοίπους ὥρας Γάιον [3] Κανίνιον 4 Ῥήβιλον 5 ἀνθείλετο. πρῶτον μὲν δὴ τότε τοῦτο παρὰ τὸ καθεστηκὸς ἐγένετο, τὸ μήτε ἐτησίαν μήτε ἐς πάντα τὸν λοιπὸν χρόνον τοῦ ἔτους τὴν ἀρχὴν ἐκείνην τὸν αὐτὸν ἔχειν, ἀλλὰ ζῶντά τινα αὐτῆς καὶ μὴ ἀναγκασθέντα μήτε ἐκ τῶν πατρίων 6 μήτε ἐξ ἐπηγορίας τινὸς ἐκστῆναι, [p. 294] [4] καὶ ἕτερον ἀντ᾽ αὐτοῦ ἀντικαταστῆναι. δεύτερον δὲ ὅτι Κανίνιος ἀπεδείχθη τε ἅμα ὕπατος καὶ ὑπάτευσε καὶ ἐπαύσατο: ὅπερ καὶ Κικέρων διασκώπτων τοσαύτῃ ἔφη τὸν ὕπατον καὶ ἀνδρείᾳ καὶ φροντίδι ἐν τῇ ἀρχῇ κεχρῆσθαι ὥστε μηδὲ τὸ [5] βραχύτατον ἐν αὐτῇ κεκοιμῆσθαι. ἐκ δ᾽ οὖν τοῦ χρόνου ἐκείνου οὐκέτι οἱ αὐτοὶ διὰ παντὸς τοῦ ἔτους, πλὴν ὀλίγων πάλαι γε, ὑπάτευσαν, ἀλλ᾽ ὥς που καὶ ἔτυχον, οἱ μὲν ἐπὶ πλείους οἱ δὲ ἐπ᾽ ἐλάττους, οἱ μὲν μῆνας οἱ δὲ ἡμέρας, ἐπεὶ νῦν γε οὐδεὶς οὔτε 7 ἐπ᾽ ἐνιαυτὸν οὔτε ἐς πλείω διμήνου χρόνον [6] ὡς πλήθει σὺν ἑτέρῳ τινὶ ἄρχει. καὶ τὰ μὲν ἄλλα οὐδὲν διαφέρομεν ἀλλήλων, τὴν δὲ ἐξαρίθμησιν τῶν ἐτῶν οἱ κατὰ πρώτας αὐτῶν ὑπατεύοντες καρποῦνται. καὶ ἐγὼ οὖν τῶν μὲν ἄλλων τοὺς τοῖς πράγμασιν ἀναγκαίους ὀνομάσω, πρὸς δὲ δὴ τὴν τῶν ἀεὶ πραττομένων δήλωσιν τοὺς πρώτους ἄρξαντας, 8 κἂν μηδὲν ἔργον ἐς αὐτὰ παράσχωνται.

1 th=| supplied by Pflugk.

2 le/gw R. Steph., le/gwn L.

3 u(/paton R. Steph., u(/pauton L.

4 *kani/nion R. Steph., ka/nnion L (and so just belos'.

5 *(rh/bilon Wagner, r(h/bion L.

6 tw=n patri/wn Rk., patrw/iwn L.

7 ou)/te Bk., ou)de L.

8 a)/rcantas Xyl., pra/cantas L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: