previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

31. καὶ μὲν ταῦτ᾽ ἐποίει: οἱ δὲ ἐν τῇ Ῥώμῃ, ὡς τε Σαρδὼ εἴχετο καὶ παραλία ἐπορθεῖτο, [p. 284] τῆς τε σιτοπομπίας ἐστέρηντο, καὶ λιμὸς τά τε τέλη πολλὰ καὶ παντοῖα καθιστάμενα καὶ προσέτι καὶ συντέλειαι τοῖς τοὺς δούλους ἔχουσι [2] προστασσόμεναι δεινῶς αὐτοὺς ἐλύπουν, οὐκέθ᾽ ἡσύχαζον, ἀλλ᾽ ὅσον ἐπὶ ταῖς τοῦ Ἀντωνίου καὶ τοῦ Καίσαρος καταλλαγαῖς, ὡς καὶ σφετέρας εἰρήνης τῆς ἐκείνων ὁμονοίας οὔσης, ἥσθησαν, τοσοῦτον καὶ πλεῖον ἐπὶ τῷ πρὸς τὸν Σέξτον [3] σφῶν πολέμῳ ἤσχαλλον. ἐν δ᾽ οὖν τῷ τότε ἐπί τε ἵππων αὐτοὺς ὥσπερ ἐν ἐπινικίοις τισὶν ἐσαγαγόντες, καὶ τῇ νικητηρίᾳ στολῇ ἐξ ἴσου τοῖς πέμψασιν αὐτὰ κοσμήσαντες, τάς τε 1 πανηγύρεις ἐπὶ τῶν ἀρχικῶν δίφρων θεωρεῖν ποιήσαντες, καὶ τὴν Ὀκταουίαν τὴν τοῦ Καίσαρος ἀδελφὴν γυναῖκα τῷ Ἀντωνίῳ, ἐπειδὴ ἀνὴρ αὐτῆς [4] ἐτετελευτήκει, καὶ κυοῦσαν προμνησάμενοι, τοσαύτῃ μεταβολῇ ἐχρήσαντο 2 ὥστε τὸ μὲν πρῶτον κατὰ συστάσεις γιγνόμενοι καὶ ἐπὶ θέαν τινὰ ἀθροιζόμενοι παρεκάλουν σφᾶς εἰρηνῆσαι καὶ πολλὰ ἐπὶ τούτῳ ἐπεβόων, ὡς δὲ οὐκ ἐπείθοντο, ἠλλοτριώθησάν τε αὐτοῖς καὶ πρὸς τὸν [5] Σέξτον ἀπέκλιναν. καὶ ἄλλα τε ἐπὶ θεραπείᾳ αὐτοῦ διεθρόουν, καὶ ἐν ταῖς ἱπποδρομίαις κρότῳ τε πολλῷ τὸ τοῦ Ποσειδῶνος ἄγαλμα πομπεῦον ἐτίμων καὶ ἡδονὴν ἐπ᾽ αὐτῷ πολλὴν ἐποιοῦντο. ἐπεί 3 τε ἡμέραις τισὶν οὐκ ἐσήχθη, τούς τε ἐν ταῖς ἀρχαῖς ὄντας λίθοις ἐκ τῆς ἀγορᾶς ἐξήλασαν καὶ ἐκείνων τὰς εἰκόνας κατέβαλον, καὶ τέλος, [p. 286] ἐπειδὴ μηδ᾽ ὥς τι ἐπεραίνετο, σπουδῇ ἐπ᾽ αὐτοὺς [6] ὡς καὶ ἀποκτενοῦντές σφας ὥρμησαν. καὶ μὲν Καῖσαρ, καίτοι τρωθέντων τῶν ἀμφ᾽ αὐτὸν ὄντων, τήν τε ἐσθῆτα περιερρήξατο καὶ πρὸς ἱκετείαν αὐτῶν ἐτράπετο, δ᾽ Ἀντώνιος βιαιότερόν σφισι προσηνέχθη. καὶ διὰ τοῦτο ὅτι μάλιστα 4 ὀργισθέντων τέ σφων καὶ ἐπὶ τούτῳ καὶ δεινόν τι πράξειν προσδοκηθέντων, ἠναγκάσθησαν τῷ Σέξτῳ καὶ ἄκοντες ἐπικηρυκεύσασθαι.

1 ta/s te Leuncl., e)/s te ta\s LM.

2 e)xrh/santo L, e)xrh/sato M.

3 e)pei Xyl., e)pi\ LM.

4 o(/ti ma/lista Reim., e)/ti ma/lista LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: