previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

20. τούς τε γὰρ τὰ τοῦ Πομπηίου φρονήσαντας ἐπέτρεψαν αὐτῷ πᾶν τι 1 ποτ᾽ ἂν ἐθελήσῃ δρᾶσαι, οὐχ ὅτι καὶ αὐτὸς παρ᾽ ἑαυτοῦ οὐ τοῦτ᾽ ἤδη λαβὼν εἶχεν, ἀλλ᾽ ἵνα καὶ ἐν νόμῳ δή 2 τινι αὐτὸ ποιεῖν δόξῃ: καὶ πολέμων καὶ εἰρήνης κύριον, προφάσει τῶν ἐν τῇ Ἀφρικῇ συνισταμένων, πρὸς πάντας ἀνθρώπους ἀπέδειξαν αὐτόν, κἂν μηδὲν μήτε τῷ δήμῳ μήτε [2] τῇ βουλῇ περὶ αὐτῶν κοινώσηται. καὶ ἦν μέν [p. 146] που καὶ τοῦτο καὶ πρὶν ἐπ᾽ ἐκείνῳ ἅτε καὶ δύναμιν τηλικαύτην ἔχοντι: τοὺς γοῦν πολέμους οὓς ἐπολέμησε πάντας ὀλίγου καθ᾽ ἑαυτὸν ἀνείλετο: ὅμως δ᾽ οὖν αὐτῷ ῾πολῖταί τε γὰρ καὶ αὐτοτελεῖς ἔτι δοκεῖν εἶναι ἤθελον᾽ ταῦτά τε οὕτως ἐψηφίσαντο καὶ τἆλλα πάντα 3 καὶ ἀκόντων αὐτῶν ἔχειν [3] ἐδύνατο. ὕπατός τε γὰρ ἔτη πέντε ἐφεξῆς γενέσθαι καὶ δικτάτωρ οὐκ ἐς ἕκμηνον ἀλλ᾽ ἐς ἐνιαυτὸν ὅλον λεχθῆναι ἔλαβεν, τήν τε ἐξουσίαν τῶν δημάρχων διὰ βίου ὡς εἰπεῖν προσέθετο: συγκαθέζεσθαί τε γὰρ ἐπὶ τῶν αὐτῶν βάθρων καὶ ἐς τἆλλα συνεξετάζεσθαί [4] σφισιν, μηδενὶ ἐξῆν, εὕρετο. 4 αἵ τε 5 ἀρχαιρεσίαι πᾶσαι, πλὴν τῶν τοῦ πλήθους, ἐπ᾽ αὐτῷ ἐγένοντο, καὶ διὰ τοῦτο ἐς τὴν παρουσίαν αὐτοῦ ἀναβληθεῖσαι ἐπ᾽ ἐξόδῳ τοῦ ἔτους ἐτελέσθησαν. τάς τε ἡγεμονίας τὰς ἐν τῷ ὑπηκόῳ τοῖς μὲν ὑπάτοις αὐτοὶ δῆθεν ἐκλήρωσαν, τοῖς δὲ δὴ στρατηγοῖς τὸν Καίσαρα ἀκληρωτὶ δοῦναι ἐψηφίσαντο: ἔς τε γὰρ τοὺς ὑπάτους καὶ ἐς τοὺς στρατηγοὺς αὖθις παρὰ τὰ δεδογμένα [5] σφίσιν ἐπανῆλθον. καὶ ἕτερον δέ τι, εἰθισμένον μὲν γίγνεσθαι, ἐν δὲ δὴ τῇ τοῦ καιροῦ διαφθορᾷ καὶ ἐπίφθονον καὶ νεμεσητὸν ὄν, ἔγνωσαν: τοῦ γὰρ πολέμου τοῦ πρός τε τὸν Ἰόβαν καὶ πρὸς τοὺς Ῥωμαίους τοὺς μετ᾽ αὐτοῦ πολεμήσαντας, ὃν Καῖσαρ οὐδέπω τότε οὐδ᾽ ὅτι γενήσοιτο ἠπίστατο, πέμψαι τινὰ αὐτῷ νικητήρια ὡς κεκρατηκότι προσέταξαν. [p. 148]

1 pa=n o(/ ti Bk., panq' o(/ti L.

2 dh/ Reim., h)/dh L.

3 a(\ added by Xyl.

4 eu(/reto R. Steph., eu(/rhto L.

5 te Bk., te ga\r L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: