previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

18. καὶ ἐφοβοῦντο διὰ βραχυτάτου. ἀγγελθείσης δὲ τῆς Φαρσαλικῆς μάχης ἐπὶ πολὺ μὲν ἠπίστουν: οὔτε γὰρ Καῖσαρ τῷ κοινῷ τι ἐπέστειλεν, ὀκνήσας δημοσίᾳ χαίρων ἐπὶ τοιαύτῃ νίκῃ φανῆναι ῾διόπερ οὐδὲ ἐπινίκια αὐτῆς ἔπεμψἐ, καὶ παράλογος πρός τε τὴν παρασκευὴν αὐτῶν [2] καὶ πρὸς τὰ ἐλπιζόμενα πολὺς ἐφαίνετο. ὡς δ᾽ οὖν ἐπίστευσάν ποτε, τὰς μὲν εἰκόνας τοῦ τε Πομπηίου καὶ τοῦ Σύλλου τὰς ἐπὶ τῷ βήματι ἑστώσας ἀνεῖλον, ἄλλο δὲ οὐδὲν τότε ἔπραξαν: συχνοὶ μὲν γὰρ οὐδὲ τοῦτο βουλόμενοι ποιῆσαι, συχνοὶ δὲ καὶ τὸν Πομπήιον, μή πως ἀναμαχέσηται, φοβούμενοι, τῷ τε Καίσαρι καὶ ἐκεῖνο 1 [3] ἱκανῶς ἔχειν ἐνόμιζον, καὶ τὸν Πομπήιον εὐπαραίτητον 2 ἐπ᾽ αὐτῷ γενήσεσθαί σφισι προσεδόκων. ἐπεὶ μέντοι καὶ ἀπέθανεν, ὀψὲ μὲν καὶ τοῦτο, καὶ οὐ πρότερον πρὶν τὸν δακτύλιον αὐτοῦ πεμφθέντα ἰδεῖν, ἐπίστευσαν ῾ἐνεγέγλυπτο δὲ ἐν αὐτῷ τρόπαια

1 e)kei=no Xyl., e)kei/nwi L.

2 eu)parai/thton Bs., a)parai/thton L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: