previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

13. γενησόμενος, ταχὺ δὲ καὶ Κράσσος τά τε φρούρια καὶ τὰς πόλεις τὰς Ἑλληνίδας μάλιστα, τάς τε ἄλλας καὶ τὸ Νικηφόριον ὠνομασμένον, προσεποιήσατο: τῶν γὰρ Μακεδόνων καὶ τῶν ἄλλων τῶν συστρατευσάντων σφίσιν Ἑλλήνων ἄποικοι πολλοί, ... 1 βίᾳ ἀχθόμενοι καὶ ἐς τοὺς Ῥωμαίους ὡς καὶ φιλέλληνας πολλὰ ἐλπίζοντες, οὐκ ἀκουσίως [2] μεθίσταντο: πλήν τε ὅτι οἱ 2 Ζηνοδοτίου οἰκήτορες μετέπεμψάν τινας αὐτῶν ὡς καὶ μεταστησόμενοι, ἐπειδὴ δὲ ἔνδον ἐγένοντο, ἀπέλαβόν τε αὐτοὺς καὶ διέφθειραν καὶ διὰ τοῦτο καὶ ἀνέστησαν, οὐδὲν ἄλλο δεινὸν οὔτε ἔπραξε τότε [3] Κράσσος οὔτε ἔπαθε. πάντως δὲ κἂν 3 τὰ λοιπὰ χωρία τὰ ἐντὸς τοῦ Τίγριδος ὄντα ἐκεχείρωτο, εἰ τῇ τε ἑαυτοῦ ὁρμῇ καὶ τῇ τῶν βαρβάρων ἐκπλήξει πρὸς πάντα ὁμοίως ἐκέχρητο, καὶ προσέτι καὶ κατὰ χώραν χειμάσας ἐν φρουρᾷ αὐτὰ ἀκριβεῖ [4] ἐπεποίητο. νῦν δὲ ἑλὼν ὅσα ἐξ ἐπιδρομῆς ἠδυνήθη λαβεῖν, οὔτε τι τῶν λοιπῶν οὔτ᾽ αὐτῶν ἐκείνων ἐφρόντισεν, ἀλλὰ τῇ τε ἐν τῇ Μεσοποταμίᾳ διατριβῇ ἀχθεσεὶς καὶ τῆς ἐν τῇ Συρίᾳ ῥᾳστώνης [p. 424] ἐπιθυμήσας παρέσχετο 4 τοῖς Πάρθοις καιρὸν παρασκευάσασθαι καὶ τοὺς ἐγκαταλειφθέντας ἐν τῇ χώρᾳ στρατιώτας κακῶσαι.

1 Lacuna recognized by Bk., sho supplied th=| tw=n barba/rwn.

2 o(/ti oi( Reim. and Bk., oi(/ te L.

3 ka)\n St., kai\ L.

4 pare/sxeto Bk., pare/sxe te L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: