previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μὲν κηδομένους αὐτῶν φανῆναι καὶ μὴ περιιδεῖν, νῦν δ᾽ [p. 654] ὅτε ἐπανελήλυθε καλῶς ποιοῦσα εἰς τὰ πράγματα πόλις καὶ ἀνέρρωται, μὴ μόνον τὸ βοηθῆσαι φυγεῖν, ἀλλὰ καὶ πόλεμον ἄρασθαι πρὸς αὐτοὺς, μηδὲν ἔχοντας μέμψασθαι, καὶ πλείω νῦν λόγον τῆς Λακεδαιμονίων ἀσφαλείας τῆς ἡμετέρας αὐτῶν τότε ποιήσασθαι, ὥσπερ ἂν εἴ τις νοσῶν μὲν καὶ ἀρρώστως ἔχων προθυμοῖτο τοὺς φίλους ὠφελεῖν, ὅτε μηδ᾽ ἔξω τῆς οἰκίας βαδίζειν οἷόν τ᾽ ἐστὶν αὐτῷ, ῥαΐσας δὲ καὶ λαβὼν δύναμιν, εἶτα παίοι καὶ ἄγχοι καὶ πατάττοι τοὺς αὐτοὺς τούτους ἀντὶ τοῦ βοηθεῖν ἐφ᾽ ἑτέρους. ὡς δ᾽ εἰπεῖν κεφάλαιον, μὴ προσδέξασθαι μὲν συμμάχους Θηβαίους μηδὲ κοινωνοῖς χρήσασθαι γνώμης κρίσις ἦν, δεξαμένους δὲ καὶ ποιησαμένους, εἶτ᾽ ἐγκαταλιπεῖν ἀποπληξίας δόξει πέρας εἶναι. οὐ γὰρ μὴ σώσας ὃν οὐχ ἡγεῖτ᾽ ἄξιον ἠδίκηκεν, ἀλλ᾽ προστὰς μὲν ὡς εὔνους, πάλιν δὲ κακῶς ποιῶν ἐκ μεταβολῆς. καινότατον δ᾽ ἔσται πάντων, εἰ πολεμίους μὲν γεγονότας καὶ ὅτε εἴχομεν ἐγκαλεῖν, προσίεσθαι τοὺς Θηβαίους ἔγνωμεν καὶ συμμάχους ἐποιησάμεθα, ἐπειδὴ δὲ σύμμαχοι γεγόνασι, τῶν ἐξ ἀρχῆς δυσκόλων φανούμεθα μεμνημένοι καὶ πολεμίους πάλιν ποιησόμεθα, οἷόνπερ τρόπον τότ᾽ ἐκ πολεμίων συμμάχους. τῶν μὲν τοίνυν εἰς δικαστήριον ἐρχομένων ἀμφισβητησίμων λύσις καὶ πέρας ἐστὶν ψῆφος, τῶν δ᾽ ἐφ᾽ ὑμᾶς τὸν δῆμον τί ποτ᾽ ἄν τις φήσειεν ἄλλο πλὴν τὰ ψηφίσματα; οὐκοῦν ἐν τούτοις βοηθεῖν Θηβαίοις γέγραπται. εἶθ᾽ οὓς ἤδη πεποιήμεθα συμμάχους καὶ περὶ ὧν ἐφθάσαμεν ἐγνωκότες τί χρὴ ποιεῖν, τούτους ἐξ ἀρχῆς δοκιμάζομεν; ὥσπερ εἰ καὶ τήμερον κρίναντες χρῆσθαι συμμάχοις αὐτοῖς, εἶτα τῇ ὑστεραίᾳ σκοποῖμεν πάλιν εἰ δεῖ ποιεῖν αὐτὸ τοῦθ᾽ βεβουλεύμεθα, καὶ νὴ Δία τήμερον εὐθὺς κρίναντες, εἶτα πάλιν ἐπ᾽ αὐτῷ τούτῳ [p. 655] σκοποῖμεν εἰ δεῖ. ἔστιν ἀκούειν τῶν πρεσβυτέρων ὡς Θετταλοί ποτε δεῦρ᾽ ἐλθόντες ἱππεῖς κατὰ συμμαχίαν μετέστησαν παρὰ τὴν μάχην ὡς τοὺς Λακεδαιμονίους.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: