previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὴν Ἀττικὴν πολεμίων καὶ πυρὸς μεστὴν, εἰ μὴ ταῦτα πάντα καὶ τοῖς ὀφθαλμοῖς καὶ τῇ γνώμῃ γενναίως καὶ περαιτέρω τῆς ἀνθρωπείας, εἰ οἷόν τε εἰπεῖν, φύσεως διήνεγκαν, ποῦ μὲν ἂν τρόπαια τοσαῦτα, ποῦ δ᾽ ἡγεμονία τῶν Ἑλλήνων, ποῦ δ᾽ αὐτὸ τὸ τοὺς Ἕλληνας εἶναι; τί τούτων ὑπῆρξεν ἂν ὧν, ὡς ἐπὶ πραχθεῖσιν εἰπεῖν, ζῆν οὐ καλὸν χωρίς; δεῖ τοίνυν τοῖς ὑπάρχουσι παραδείγμασι χρωμένους μὴ χείρους εἶναι πρὸς τὰ μέλλοντα, εἰδότας ὡς ῥᾳστώνη καὶ τὸ καθ᾽ ἡδονὴν ἀπὸ τῶν πόνων περιγίγνεται καὶ τὰ μέγιστα τῶν ἔργων τοὺς ἀρίστους μένει. λέγουσι δέ τινες καὶ περὶ τῶν Ἐγεσταίων ὡς ἐψεύσαντο εἶπον περὶ τῶν χρημάτων. ἐγὼ δ᾽ εἰ μὲν Ἐγεσταίων χάριν τὸν στόλον τοῦτον ἐποιησάμεθα, ὁμολογῶ δεῖν [p. 564]ἀποδέχεσθαι τοὺς κατ᾽ ἐκείνων λόγους: εἰ δὲ τὸ μὲν σχῆμα τῆς στρατείας Ἐγεσταῖοι καὶ Λεοντῖνοι παρεῖχον, οἱ δὲ κρατῆρες ἄλλο τι βουλομένων ἦσαν καὶ μέχρι Αἰγίνης ἅμιλλα, τί ταῦτα ληροῦμεν; οὐ γὰρ εἰ φαῦλοι περὶ ἡμᾶς Ἐγεσταῖοι γεγόνασι, διὰ τοῦτο καὶ ἡμᾶς ἀκολουθῆσαι προσήκει, οὐδ᾽ ὅτι ἐκεῖνοι κατ᾽ ἀνάγκας ἐψεύσαντο, διὰ τοῦτο καὶ ἡμᾶς ἐξεπίτηδες ἐναντία ἡμῖν αὐτοῖς ψηφίζεσθαι: οὐδ᾽ ἐπειδὴ ἐπὶ τῶν ἐν Ἐγέστῃ διημάρτομεν, καὶ τῶν ἄλλων εὐποριῶν τῶν πολλῶν καὶ οὐδὲν ὁμοίων τοῖς παρ᾽ ἐκείνων ἐλπισθεῖσιν ἑκόντας ἀποστερηθῆναι. τοσοῦτον δ᾽ εἰπεῖν ἔτι βούλομαι: εἰ τοῖς παρ᾽ Ἐγεσταίων, Ἀθηναῖοι, χρήμασι καὶ ταῖς ἐλπίσιν ἃς ἐκεῖνοι παρίστασαν, εἰ τούτοις πιστεύσαντες ἀφορμὴν ἱκανὴν ἔσεσθαι τῷ πολέμῳ στρατεύειν ἐπήρθημεν, ἀφιστώμεθα τῆς Σικελίας, καλῶμεν τοὺς ἐκεῖθεν, ἔστω πᾶς ἀχρεῖος λόγος, ὅστις μὴ ταῦτα συμφήσει. εἰ δ᾽ ἐκεῖνοι μὲν ἅτε ὄντες βάρβαροι προσυπισχνοῦντο ὑπὲρ τοῦ τινὲς εἶναι δοκεῖν, ἡμῖν δ᾽ ἑτέρωθεν τὸ ἰσχυρὸν ἦν [ἐστὶν λόγος λοιπόν].

ἀναμνησθῶμεν δ᾽ ἡμετέρου τινὸς αὐτῶν ἔργου, φέροντος εἰς τὰ παρόντα. ἦν γάρ ποτε χρόνος, Ἀθηναῖοι, ὅθ᾽ οἱ μὲν τὴν βασιλέως κακῶς ἡμῶν ἐποίουν τριήρεσι τριακοσίαις καὶ ἔτι πλείοσιν, οἱ δὲ Αἰγίνῃ προσεκάθηντο, Κορίνθιοι δ᾽ ἐπαρθέντες ἧκον εἰς [p. 565]


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: