previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκεῖνό γ᾽ ἔστ᾽ εἰπεῖν, ὡς ἄρα ὀλίγοι περὶ τούτων ἐξ ἀρχῆς ἐγένοντο λόγοι παρ᾽ ἡμῖν, μιᾶς ἡμέρας μέρει μικρῷ τὸ πᾶν ἐπετρέψαμεν. ἀλλ᾽ ὡς μὲν καὶ κατ᾽ ἀρχὰς ἔτι τοῦ πολέμου καὶ Συρακοσίους ἐχθροὺς εἶναι καὶ τῶν Ἑλλήνων τῶν ἐκεῖ τοῖς δεομένοις βοηθεῖν ἐψηφίσασθε, καὶ τοὺς ἀποστόλους οὓς ἐπέμψατε πείρας ἕνεκα τοῦ παντὸς, ἐάσω: ἀλλ᾽ ἡνίκα τὸν μέγαν τουτονὶ στόλον πέμπειν διενοούμεθα, τίς λόγος οὐκ ἐρρήθη παρ᾽ ἡμῖν; τίς οὐκ ἐτρίβη χρόνος; τίνι τῶν πάντων εἰπεῖν οὐκ ἀπεδώκαμεν; οἳ καὶ τὸ τελευταῖον περὶ τῆς παρασκευῆς αὐτῆς ἐκκλησίαν ποιοῦντες, παρελθόντος Νικίου καὶ πάλιν ἀντιλέγοντος ἐξ ἀρχῆς σχεδὸν ταῦθ᾽ ἅπερ καὶ νῦν ἐν τοῖς γράμμασιν, ὡς Σικελία πολλὴ καὶ οὔτε λαβεῖν ῥᾳδία οὔτε κατασχεῖν, ἐὰν ἄρα κτησώμεθα, * * ἀμφότερ᾽ εἰπεῖν ἔστιν, Ἀθηναῖοι: οὔτε γὰρ ὀργὴν οὐδ᾽ ἡντινοῦν ἐποιησάμεθ᾽, ὥστ᾽ εἰπεῖν τὰ δοκοῦντα κωλῦσαι, καὶ διὰ πάντων ἀκούσαντες ἔτ᾽ ἄμεινον ἔγνωμεν ὡς χρὴ πλεῖν. εἰκότως, Ἀθηναῖοι. πολὺ γὰρ μᾶλλον προτρεπόντων καὶ κινούντων οἱ τοιοῦτοι λόγοι πάντες κωλυόντων εἰσὶν ὡς οἷόν τε. τό τε γὰρ μέγεθος τῆς νήσου καὶ περίπλους ἆθλόν ἐστι τοῦ τολμήματος ἄξιον τό τε συμμίκτους εἶναι τοὺς ἔχοντας αὐτὴν καὶ μὴ ταυτὸν φρονεῖν πρὸς ἡμῶν ἐστιν. ἓν μὲν γὰρ ὄντες γένος πάντες χαλεποὶ καὶ παραπεῖσαι [p. 556] καὶ βιάσασθαι διὰ τέλους ἂν ἦσαν, σύγκλυδες δὲ καὶ πανταχόθεν συμπεφορημένοι συμμάχων οὐχ ἧττον ἡμῖν ἔχουσι τάξιν πολεμίων. οὐ γὰρ ἂν γένοιντο καθ᾽ ἓν, ὥστε ὑπάρχειν τοὺς ἑτέρους κατὰ τῶν ἑτέρων ἔχειν. ὥσπερ γὰρ πόλιν οἶμαι στασιάζουσαν ῥᾷόν ἐστι παραστήσασθαι, οὕτω καὶ νῆσον, ἥτις ἐξ ἀρχῆς διῄρηται. ἔτι δ᾽, Ἀθηναῖοι, πρὶν μὲν παραβαλεῖν ἡμέτερον ναυτικὸν εἰς Σικελίαν, ἦν τις ἀφορμὴ Συρακοσίοις ἀπὸ τῶν συμμάχων, παρούσης δὲ ἀποστροφῆς οἱ πρότερον κατ᾽ ἀνάγκας ἐκείνων ἀκούοντες σφαλεροὶ μὲν, εἰ παραμένοιεν, κοινωνοὶ τῶν πραγμάτων αὐτοῖς, χαλεποὶ δ᾽, εἰ μετασταῖεν, γίγνονται πολέμιοι:


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: