previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μὲν δὴ θέσις αὐτοῦ τοιαύτη τε καὶ ἐν τοιούτῳ τοῦ παντός: δὲ φύσις θαυμαστή. τὸ μὲν γὰρ μέγεθος τοῦ πελάγους ἐν τοῖς πρώτοις ἐλλόγιμόν τε καὶ πάντη τεταμένον, εἴ τις ἀκριβῶς αὐτὸ ἀπὸ τῆς ἀρχῆς εἰς τέλος ἐξετάζοι πανταχῆ, καὶ περὶ κύκλῳ πλέοντι ἡμερῶν πλῆθος ἀμύθητον τριφθήσεται. οὐ μὴν ἐψίλωταί γε οὐδ᾽ εἰς ἀπέραντον καθιστῶν τὴν ὄψιν ἀθυμίαν καὶ ἀπορίαν [p. 403] παρέχει, ἀλλὰ πολλὰ μὲν Αἰγαίου πελάγη, πολλοὶ δὲ κόλποι, ἄλλο δὲ ἀλλαχοῦ θαλάττης εἶδος. προκαταλύσαις δ᾽ ἂν καὶ ἐν μέσῳ τῷ πελάγει τὸν πλοῦν καὶ ἐντύχοις ἂν καὶ γῇ καὶ πόλεσι καὶ χωρίοις ὥσπερ τισὶ μικραῖς ἠπείροις περιρρύτοις, καὶ ταμίας ἂν γένοιο αὐτὸς τοῦ πλοῦ, καὶ πρὶν ἐκπερᾶσαι πᾶν τὸ πέλαγος, αὖθις ἂν ὀπίσω κομίζοιο, ὁμοίως ἐκτελέσας τὸν σκοπόν. οὐ γὰρ κατὰ τὸ Ὁμήρου πέλαγος δι᾽ ἐρήμου δεῖ διελθεῖν καὶ ἐπί τι τῶν οἰκουμένων ἀνύσαι, ὥστε μηδενὶ θεῶν κεχαρισμένην εἶναι τὴν ὁδὸν ὑπὸ τῆς ἐρημίας, ἀλλ᾽ ἐνταῦθα γὰρ δὴ καὶ
Νηρῄδων χοροὶ
κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδί:
ὅτι τὸ μάλιστα οἰκούμενον καὶ ἀκμάζον τῆς θαλάττης τοῦτό ἐστι, καὶ τοσαῦτά ἐστι πλεῖν ὁπόσα τις βούλεται, καὶ τοσαῦτά γε αὖ πεζεῦσαι ὁπόσα τις μὴ περιπλεῖν βούλεται, ἀλλὰ διεξελθὼν ἐπ᾽ ἄλλην ἀκτὴν κατάρας ἐκεῖθεν ἀφιέναι. μόνον γὰρ τοῦτο πελαγῶν οὐχ ἧττον οἰκεῖται αὐτὴ γῆ: πόλεις τε ἔχει τοσοῦτον ἀλλήλων διεχούσας ὅσον ἂν καὶ τὰς ἐν τῇ ἠπείρῳ πόλεις αἱ μεταξὺ χῶραι [p. 404] διακρίνοιεν. ὥστε διὰ μὲν ὀξύτητά τε τοῦ πελάγους καὶ πλῆθος τοῦ παντὸς πλοῦ φοβερώτατός ἐστι, διὰ δ᾽ αὖ τὰς ἀναπαύσεις ἡμερώτατος. τάχιστα δὲ κινούμενος μάλιστα καὶ σώζει τὸ θεῖον διαφυλάττων. δεῖ γὰρ αὐτὸ φρικῶδες μὲν δι᾽ ἰσχὺν, σωτήριον δὲ εἶναι διὰ πραότητα. ἠχεῖ δὲ πελαγῶν λιγυρώτατον περὶ τὰ ἑαυτοῦ δῶρά τε καὶ γεννήματα: οἷόν περ τοὺς Πᾶνας καὶ Σατύρους φασὶ ποιηταὶ κατά τε τὰ ὄρη καὶ περὶ τὰ δένδρα ἠχεῖν ὥρᾳ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: